347
Πᾶς μὲν ἐπίσκοπος πρᾶγμα δυσγρίπιστον,δυσγρήπιστον E. σὺ δὲ ὅσῳ τοὺς ἄλλους παρελήλυθας λογιότητι, τοσούτῳ καὶ φόβον μοι παρέχεις, μή πως ἔξαρνος στῇς πρὸς τὴν αἴτησιν. κἀπειδὴ στρωτήρων δέομαι. κάμακας δʼ ἂν ἢ χάρακας ἄλλος εἶπε σοφιστής, οὐ χρῄζων, ἀλλὰ τοῖς ῥηματίοις ἐγκαλλωπιζόμενος, ἢ τῆς χρείας γινόμενος· ἔγωγε,ἔγωγε Capps; ἐγὼ δὲ MSS. et editi. εἰ μὴ σὺ παράσχοις,παράσχῃς editi antiqui; παράσχοιο editio Basileensis. ὕπαιθρος διαχειμάσω.
Βασίλειος Λιβανίῳ
348
Εἰ τὸ κερδαίνειν ταὐτὸ γριπίζεινγρηπίζειν E. λέγεται, καὶ ταὐτὴν ἔχει τὴν σημασίαν ἡ λέξις ἣν ἐκ τῶν Πλάτωνος ἀδύτων ἡ σοφιστική σου ἡμῖν προεχειρίσατο, σκόπησον, ὦ θαυμάσιε, τίς μᾶλλόν ἐστι δυσγρίπιστος·δυσγρήπιστος E. ἡμεῖς οἱ οὕτω δι’ ἐπιστολιμαίας δυνάμεως ἀποχαρακούμενοι, ἢ τὸ τῶν σοφιστῶν γένος, οἷς τέχνη τὸ τελωνεῖν τοὺς λόγους ἐστί. τίς τῶν ἐπισκόπων τοὺς λόγους ἐφοροθέτησε; τίς τοὺς μαθητευομένους μισθοφόρους κατέστησεν; ὑμεῖςὑμεῖς ὡς ὑμεῖς Harl. οἱ προτιθέντες τοὺς λόγους ὤνια, ὥσπερ οἱ τοῦ μέλιτος ἑψηταὶ τὰ μελίπηκτα. ὁρᾷς ὡς καὶ τὸν γέροντα ὑποσκιρτᾷν παρεκίνησας;
348
Ἐγὼ δέ σοισε E. τῷ ταῖς μελέταις ἐμπομπεύοντι ἰσαρίθμους τοῖςτοὺς E. ἐν Θερμοπύλαις ἀγωνιζομένοιςἀγωνιζομένους E. στρατιώταις στρωτῆρας χρησθῆναι προσέταξα, ἅπαντας εὐμήκεις, καὶom. E. κατὰ τὸν σὸν Ὅμηρον, δολιχοσκίους, οὓς ὁ ἱερὸς Ἀλφαῖοςom. E. ἀποκαταστήσειν κατεπηγγείλατο.
Λιβάνιος Βασιλείῳ