339
Αὐτὸς δὲ ἐπίστελλε ἡμῖν, ἄλλας ὑποθέσεις ἐπιστολῶν ποιούμενος, αἳ καὶ σὲ δείξουσι καὶ ἡμᾶς οὐκ ἐλέγξουσι. τὸν υἱὸν ἈνυσίουἈνύσιον E. et alii. ἤδη σοι προσήγαγον ὡς ἐμαυτοῦ υἱόν. εἰ δὲ ἐμός ἐστι παῖς, τοῦ πατρός ἐστι τὸ παιδίον, πένης ἐκ πένητος. γνώριμον δὲ τὸ λεγόμενον ἀνδρὶ σοφῷ τε καὶ σοφιστῇ.
Λιβάνιος Βασιλείῳ
340
Εἰ πάνυ πολὺν χρόνον ἐσκόπεις, πῶς ἂν ἄριστα συνείποις τοῖς περὶ τῶν σῶν γραμμάτων ἡμετέροις γράμμασιν, οὐκ ἂν ἄμεινον τοῦτότούτου E. Harl., Med. μοι ποιῆσαι ἐδόκεις, ἢ τοιαῦτα γράφων, ὁποῖα νῦν ἔγραψας. καλεῖς γάρ με σοφιστήν· τοῦ τοιούτου δὲ εἶναι φῂςεἶναι φῂς λέγεις εἶναι E. τὸ δύνασθαι τὰ μικρὰ μὲν μεγάλα ποιεῖν, τὰ δʼ αὖτὰ δ’ αὖ καὶ τὰ editi antiqui. μεγάλα μικρά. καὶ δὴ τὴν ἐμὴν ἐπιστολὴν βεβουλῆσθαι φῂς δεῖξαι τὴν σὴν καλήν, οὐκ οὖσαν καλήν· εἶναί τε οὐδὲν ἧς νῦν ἔπεμψας βελτίω· ὅλως τε οὐδεμίανμηδεμίαν E. εἶναι παρὰ σοὶ λόγων δύναμιν, τῶν μὲν νῦν ὄντων ἐν χερσὶ βιβλίων τοῦτο οὐ ποιούντων, ὧν δὲ εἶχες πρότερον λόγων ἐξερρυηκότων. καὶ ταῦτα πείθειν ἐπιχειρῶν, οὕτω καλὴν καὶ ταύτην, ἣν λέγεις κακῶς,καλῶς quinque MSS. εἰργάσω τὴν ἐπιστολήν, ὥσθʼ οἱ παρόντες ἡμῖν οὐκ εἶχον μὴom. E. πηδᾷν ἀναγινωσκομένης. ἐθαύμασα οὖν, ὅτι ταύτῃ τὴν προτέραν καθελεῖν ἐπιχειρήσας, τῷ φάναι ταύτῃταύτην E. τὴν προτέραν ἐοικέναι, ταύτῃ τὴν προτέραν ἐκόσμησας.