338
Ἀλλʼ ὅ γε ἐγένετο περὶ τὴν ἐπιστολήν σου τὴν καλήν, οὐ καλὸν σιωπῆσαι. παρεκάθηντό μοι τῶν ἐν ἀρχῇ γεγενημένων ἄλλοι τε οὐκ ὀλίγοι, καὶ ὁ πάντα ἄριστος Ἀλύπιος Ἱεροκλέους ἀνεψιὸς ἐκείνου. ὡς οὖν ἔδοσαν οἱ φέροντες τὴν ἐπιστολήν, σιγῇ διὰ πάσης ἐλθών, Νενικήμεθα, ἔφην, μειδιῶν τε ἅμα καὶ χαίρων. Καὶ τίνα σὺ νενίκησαι νίκην; ἤροντο· καὶ πῶς οὐκ ἀλγεῖς νενικημένος; ἐν κάλλει μέν, ἔφην, ἐπιστολῶν ἥττημαι·νενίκημαι editi antiqui. Βασίλειος δὲ κεκράτηκε. φίλος δὲ ὁ ἀνήρ, καὶ διὰ τοῦτο εὐφραίνομαι. ταῦτα εἰπόντος ἐμοῦ, παρʼ αὐτῶν μαθεῖν ἠβουλήθησαν τῶν γραμμάτων τὴν νίκην. καὶ ἀνεγίνωσκε μὲν ὁ Ἀλύπιος, ἤκουον δὲ οἱ παρόντες. ἡ ψῆφος δὲ ἠνέχθη, μηδέν με ἐψεῦσθαι. καὶ τὰ γράμματα ἔχων ὁ ἀναγνοὺς ἐξῄει, δείξωνδεῖθον E. οἶμαι καὶ ἄλλοις, καὶ μόλις ἀπέδωκε. γράφε τοίνυν παραπλήσια, καὶ νίκα· τουτὶ γάρ ἐστιν ἐμὲ νικᾷν.
338
Καλῶς δὲ κἀκεῖνο εἰκάζεις, ὡς οὐ χρήμασι μετρεῖταιπράττεται nonnulli MSS. τὰ παρʼ ἡμῶν· ἀλλʼ ἀρκεῖ τῷ μὴ δυναμένῳ δοῦναι τὸ βουληθῆναι λαβεῖν. κἂν γὰρ αἴσθωμαί τινα ἐν πενίᾳ λόγων ἐρῶντα, πρὸ τῶν πλουτούντων οὗτος. καίτοι οὐ τοιούτων πεπειράμεθα διδασκάλων· ἀλλʼ οὐδὲν κωλύσεικωλύει editi antiqui. ταύτῃ γε εἶναι βελτίονας.βελτίονα E. μηδεὶς οὖν πένης ὀκνείτω δεῦρο βαδίζειν, εἰ ἓν ἐκεῖνο κέκτηταικέκτημαι E. μόνον, τὸ ἐπίστασθαι πονεῖν.
Βασίλειος Λιβανίῳ