330
Ὅτι σε φιλῶ, οἷς ἐπιστέλλω μάθε. ὅτι με μισεῖς, οἷς σιωπᾷς ἔγνων. γράφε δὲ κἂν τοῦ λοιποῦ, καλάμῳ καὶ μέλανι καὶ βραχεῖ χάρτῃ φιλοῦνταςφιλοῦντα Harl. φιλῶν.
Ἀνεπίγραφος
331
Μάταιόν ἐστι δὶς περὶ τῶν αὐτῶν ἐπιστέλλειν. ἢ γὰρ φύσιν οὐκ ἔχει διορθώσεως τὸ πρᾶγμα, καὶ μάτην ἡμῖνὑμῖν E. ἐνοχλοῦσινδιοχλοῦσιν E. οἱ προσιόντες, ἢ οἱ δεχόμενοι τὰς ἐπιστολὰς παρορῶσινὑπερορῶσιν Coisl. sec., Regius sec. ἡμῶν, καὶ οὕτω ματαιοφρονοῦμεν τοῖς καταφρονηταῖςκαταφρονητοῖς editi antiqui. ἐπιστέλλοντες. ἐπεὶ οὖν ἤδη περὶ τοῦ αὐτοῦ ἐδέξω γράμματα, ἠναγκάσθημεν δὲ καὶ δεύτερον ἐπιστεῖλαι, ἢ διόρθωσαι, εἴ σοι δύναμις, ἢ γνώρισον ἡμῖν τὴν αἰτίαν δι’ ἣν πάλαι οὐ γέγονε τὰ προστεταγμένα.
Ἄλλη ἀνεπίγραφος
332
Ἓν γνώρισμα τοῦ ζῇν ὁ λόγος. πῶς δὲ σὺ ὑπὲρ γῆνγῆς editi antiqui. εἶναι νομισθείης, μηδέποτε φθεγγόμενος;φθεγξάμενος editi antiqui. ἀλλʼ ἄπωσαι τὴν σιωπήν σου, γράψας ἡμῖν καὶ ἐμφανίσας σεαυτὸν ὅτιπερὅτι E. ζῇς.
Νοταρίῳ
333
Οἱ λόγοι τὴν φύσιν ὑπόπτερον ἔχουσι. διὰ τοῦτο σημείων χρῄζουσιν, ἵνα ἱπταμένων αὐτῶν λάβῃλάβοι Med. et Regius sec. τὸ τάχος ὁ γράφων. σὺ οὖν, ὦ παῖ, τὰ χαράγματα τέλεια ποίει, καὶ τοὺς τόπουςτύπους editi antiqui. ἀκολούθως κατάστιζε. ἐν γὰρ μικρᾷ πλάνῃ πολὺς ἡμάρτηται λόγος, τῇ δὲ ἐπιμελείᾳ τοῦ γράφοντος κατορθοῦται τὸ λεγόμενον.
Καλλιγράφῳπρὸς καλλιγράφον E et alii MSS.; στρεβλοὺς ποιοῦντα τοὺς στίχους to a calligraphist who made twisting lines add. Harl.