296
Ὁμοῦ δὲ καὶ ὑπομιμνήσκομεν διὰ τοῦ γράμματος τὴν κοσμιότητά σου μεμνῆσθαι τοῦ Κυρίου, καὶ τὴν ἔξοδον τὴν ἀπὸ τοῦ κόσμου τούτου πρὸ ὀφθαλμῶν ποιουμένην ἀεί, τὸν βίον ἑαυτῆς ῥυθμίζειν πρὸς ἀπολογίαν τοῦ ἀπαραλογίστου κριτοῦ, ἵνα γένηταί σοι παρρησία ἐπὶ τοῖς ἀγαθοῖς ἔργοις ἔμπροσθεν τοῦ τὰ κρυπτὰ τῶν καρδιῶν ἡμῶν ἀποκαλύπτειν μέλλοντος ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς αὐτοῦ.
296
Τὴν εὐγενεστάτην θυγατέρα ἀσπαζόμεθα διὰ σοῦ· καὶ παρακαλῶ ἐν τῇ μελέτῃ τῶν λογίωνλόγων editi antiqui. τοῦ Κυρίου διάγειν αὐτήν, ἵνα ἐκτρέφηται ὑπὸ τῆς ἀγαθῆς διδασκαλίας τὴν ψυχήν, καὶ ἐπιδιδῷἐπιδῷ E. πρὸς αὔξησιν καὶ μέγεθος ἡ διάνοια αὐτῆς μᾶλλον ἢ τὸ σῶμα ὑπὸ τῆς φύσεως.
ἘλευθέρᾳἸουλίττῃ add. Coisl. recent.
297
Πάνυ ἐμαυτῷ ἐπιβάλλειν κρίνων καὶ διὰ τὸ τῆς ἡλικίας πρεσβυτικὸν καὶ διὰ τὸ τῆς πνευματικῆς διαθέσεως γνήσιον τὴν ἀσύγκριτόν σου εὐγένειαν καὶ ἐν τῇ σωματικῇ παρουσίᾳ ἐπισκέπτεσθαι, καὶ ἀπούσηςἀπούσῃ E. et editi antiqui. μὴ ἀπολιμπάνεσθαι, ἀλλὰ γράμμασιν ἀποπληροῦν τὸ ἐνδέον, ἐπειδὴ εὗρον πρέπουσαν διάκονον τῶν πρὸς τὴν σὴν σεμνότητα γραμμάτων τήνδε δι’ αὐτῆς προσφθέγγομαί σε, προηγουμένως παρορμῶν ἐπὶ τὸ ἔργον τὸ τοῦ Κυρίου, ἵνα σε ὁ ἅγιος Θεὸς τιμίως παρενεγκὼν τὰς ἡμέρας τῆς παροικίας σου ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι, ἀξίαν καὶ τῶν μελλόντων ἀγαθῶν καταστήσειεν.