289
Ἐπὶ τούτοις τοῖς ῥήμασι τίνα με βούλει νῦν πρὸς αὐτὴν εἰπεῖν αὐτὸς δοκίμασον, ὦ θαυμάσιε, ἔχοντα τοιαύτην κρίσιν παρʼ ἑαυτῷ· μὴ παραδιδόναι ταῖς ἀρχαῖς τοὺς κακούργους, μὴ μέντοι μηδὲ ἐξαιρεῖσθαι παραδοθέντας· οἷς πάλαι προείρηται παρὰ τοῦ ἀποστόλου φοβεῖσθαι τὸν ἄρχοντα ἐπὶ τῷ πονηρῷ ἔργῳ· Οὐ γὰρ εἰκῆ, φησί, τὴν μάχαιραν φορεῖ. ὥσπερ οὖν τὸ παραδοῦναι οὐ φιλάνθρωπον,οὐ φιλάνθρωπον ἀφιλάνθρωπον Regius sec. et Coisl. sec. οὕτω καὶ τὸ ἐξαιρεῖσθαι τρέφοντός ἐστι τὴν παροινίαν. ἴσως δʼ ἂν γένοιτό τις ὑπέρθεσις τῆς εἰσόδου μέχρι τῆς ἡμῶν αὐτῶν παρουσίας· καὶ τότε δείξομεν, ὅτι οὐδὲν ἡμῶν ὄφελος, ἐκ τοῦ μὴ εἶναι τοὺς πειθομένους.
Νεκταρίῳὅτι οὐκ ἀνθρωπίνῃ περιδρομῇ τοὺς ἐπισκόπους δεῖ προχειρίζεσθαι, ἀλλὰ κατ’ ἐκλογὴν τοῦ ἐπὶ πάντων Θεοῦ add. editi antiqui et duo MSS. that bishops should not be elected by human meddlesomeness but according to the selection of the God of all.
290
Πολλὰ ἀγαθὰ γένοιτο τοῖς κινοῦσι τὴν τιμιότητά σου πρὸς τὴν συνεχῆ ὁμιλίαν ἡμῶν τὴν διὰ τοῦ γράμματος. μὴ γὰρ οἴου συνηθείας ἕνεκεν λέγεσθαι παρʼ ἡμῶν τὰ τοιαῦτα, ἀλλὰ ἐκ διαθέσεως ἀληθινῆς πλείστου ἀξίαν τίθεσθαι ἡμᾶς τὴν φωνήν σου. τί γὰρ ἂνom. E. ἐμοὶ Νεκταρίου γένοιτο τιμιώτερον, τοῦ ἐκ παιδὸς μὲν ἀπὸ τῶν καλλίστων ἡμῖν γνωρισθέντος, νῦν δὲ ἐκ παντοίας ἀρετῆς εἰς τοσοῦτον περιφανείας ἀναδραμόντος; ὥστε μοι φίλων ἁπάντων φίλτατος ὁ σά μοι γράμματα διαφέρων.