289
Ἐπὶ τούτοις, φησίν, οἱ μὲν ἥδονται ταῖς βλασφημίαις, διὰ τὸ φύσει χαίρειν ταῖς λοιδορίαις τοὺς ἀνθρώπους· οἱ δὲ ἄχθεσθαι μὲν λέγουσιν, οὐ συναλγοῦσι δέ· ἄλλοι πείθονται ἀληθεῖς εἶναι τὰς λοιδορίας· ἄλλοι ἀμφίβολοί εἰσι, τῷ πλήθει τῶν ὅρκων αὐτοῦ προσέχοντες. ὁ δὲ συναλγῶν οὐκ ἔστιν· ἀλλʼ ὄντως νῦν τῆς ἐρημίας ᾐσθόμην,ᾔσθην E. Vat.; ᾔσθήθην Reg. καὶ ἐμαυτὴν ὀδύρομαι, οὐκ ἀδελφόν, οὐ φίλον, οὐ συγγενῆ, οὐ δοῦλον, οὐκ ἐλεύθερον, οὐδένα ἀνθρώπων τὸ παράπαν ἔχουσα συναλγοῦντα· καὶ, ὡς ἔοικε, μόνην ἑαυτὴν ἐλεεινοτέραν τῆς πόλεως εὑρίσκω, ἐν ᾗ τοσαύτη σπάνις μισοπονήρων ἐστίν· οἳ τὴν εἰς ἀλλήλους γινομένην παροινίαν οὐκ οἴονται βαδίζουσαν ἐν κύκλῳ καὶ αὐτούς ποτε καταλήψεσθαι.
289
Ταῦτα καὶ πολλῷ ἔτι πληκτικώτερα μετὰ ἀμυθήτων δακρύων πρὸς ἐμὲ διεξελθοῦσα, ἀπῆλθεν, οὐδὲ ἐμὲ τῶν μέμψεων ἐλεύθερον ἀφεῖσα, ὅτι δέον πατρικῶς αὐτῇ συναλγεῖν, ἐναδιαφορῶ κακῷ τοσούτῳ καὶ φιλοσοφῶ ἐν ἀλλοτρίοις παθήμασιν. οὐ γὰρ χρημάτων ἄφεσιν κελεύεις ὑπεριδεῖν, οὐδὲ τοὺς εἰς τὸ σῶμα πόνους συνενεγκεῖν, ἀλλʼ εἰς αὐτὴν ζημιωθῆναι τὴν ὑπόληψιν, ἧς ἡ βλάβη κοινὴ ζημία τοῦ κλήρου γίνεται.