289
Ἐπεὶ δὲ ἤκουσα ῥημάτων πολλὴν ἐχόντων βαρύτητα, καὶ τότε ἡσύχασα, καὶ νῦν οὐκ οἶμαι πρέπον εἶναί μοι περὶ τῶν αὐτῶν διαλέγεσθαι. ἐγὼ γάρ, φησίν, ἀνδρὸς ὑπερεῖδον καὶ παιδοποιίας καὶ βίου. ἵνα ἑνὸς τούτου τύχοιμι, τῆς παρὰ ΘεοῦΘεῷ editi antiqui. εὐδοκιμήσεως καὶ παρὰ τοῖς ἀνθρώποις τοῦ βελτίονος ἀξιοῦσθαι λόγου, ἐπειδὴ ἄνθρωπος, ἐκ παιδὸς ταῖς οἰκοφθορίαις ἐντεθραμμένος, εἰσβιασάμενός ποτε τῇ συνήθει ἑαυτοῦ ἀναιδείᾳ ἐνέπεσεν ἡμῶν τῷ οἴκῳ, καὶ μέχρι ψιλῆς συντυχίας ἐγένετο γνώριμος ἡμῖν, καὶ ἀγνοίᾳ τῶν κατʼ αὐτὸν καὶ αἰδοῖ τινι ἀπαιδεύτῳ προφανῶς αὐτὸν αἰσχυνομένη ἐλάσαι· εἰς τοσοῦτον ἐξῆλθεν ἀσεβείας καὶ ὕβρεως, ὥστε ἐμπλῆσαι μὲν τὴν πόλιν πᾶσαν τῶν κατʼ ἐμοῦἐμαυτοῦ editi antiqui. βλασφημιῶν, προγράμματι δὲ δημοσίῳ στηλιτεῦσαι ἐκτεθέντι ἐπὶ τῶν προθύρων τῆς ἐκκλησίας. ἐφʼ οἷς καὶ τυχών τινος παρὰ τῶν νόμων ἀγανακτήσεως, πάλιν ἐπανελθὼν ἀνενεώσατο τὰς αὐτοῦ βλασφημίας. πάλιν τῶν ἐμῶν λοιδοριῶν πλήρης ἡ ἀγορά, τὰ γυμνάσια, τὰ θέατρα, αἱ οἰκίαι τῶν δι’ ὁμοιότητα τοῦ βίου δεχομένων αὐτόν. καὶ μηδὲ ἐπὶ τοῖς βελτίοσι γνωρίζεσθαι, ἐν οἷς εὐπρεπὴς ἦν, ὑπῆρξέ μοι ἐκ τῶν αἰσχίστων, διὰ τὸ παρὰ πᾶσι τῇ ἀκολάστῳ γνώμῃ γενέσθαι περιφανῆ.