288
Οὓς τὰ κοινὰ ἐπιτίμια οὐ σωφρονίζει, οὔτε τὸ εἰρχθῆναι τῶν εὐχῶν ἄγει εἰς μετάνοιαν, ἀνάγκη τοῖς παρὰ τοῦ Κυρίου δοθεῖσι κανόσιν ὑποβάλλειν. γέγραπται γάρ· Ἐὰν ὁ ἀδελφός σου ἁμάρτῃ, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ· ἐάν σου μὴ ἀκούσῃ, παράλαβε μετὰ σεαυτοῦ ἄλλον· ἐὰν δὲ μηδὲ οὕτως, εἰπὲ τῇ Ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς Ἐκκλησίας παρακούσῃ, ἔστω σοι λοιπὸν ὡς ἐθνικὸς καὶ ὁ τελώνης· ὃ οὖν ἐγένετοτοῦτο add. E. editi antiqui. καὶ ἐπὶ τοῦδε. ἅπαξ ἐνεκλήθη· ἐπὶ ἑνὸς καὶ δευτέρου διηλέγχθη· τρίτον ἐπὶ τῆς Ἐκκλησίας. ἐπεὶ οὖν διεμαρτυράμεθα αὐτῷ, καὶ οὐ κατεδέξατο, λοιπὸν ἔστωἔσται E. editi antiqui. ἐκκήρυκτος. καὶ διαγγελθήτωδιαγγελήτω E. editi antiqui. πάσῃ τῇ κώμῃ ἀπρόσδεκτον αὐτὸν εἶναι πρὸς πᾶσαν κοινωνίαν χρήσεως βιωτικῆς, ὡς, ἐκ τοῦ μὴ συναναμίγνυσθαι ἡμᾶς αὐτῷ, γένηται παντελῶς κατάβρωμα τοῦ διαβόλου.
Ἀνεπίγραφος περὶ γυναικὸς καταπονουμένης
289
Ἐγὼ ἴσον ἡμάρτημα κρίνας καὶ ἀνεπιτιμήτους ἐᾷν τοὺς ἁμαρτάνοντας καὶ ὑπερβαίνειν τὸ μέτρον τῇ τιμωρίᾳ,τὴν τιμωρίαν Med. et Vat. τὴν ἐμοὶ ἐπιβάλλουσαν ἐπέθηκα δίκην τῷδε, ἐξορίσας αὐτὸν τῆς ἐκκλησιαστικῆς κοινωνίας· καὶ τοῖς ἠδικημένοις παρῄνεσα μὴ ἑαυτοὺς ἐκδικεῖν, ἀλλὰ τῷ Κυρίῳ τὴν ἀνταπόδοσιν ἐπιτρέψαι, ὥστε εἴ τι ὄφελος ἡμῶνἐμῶν duo MSS. recent. παραγγελμάτων, τότε ἂν ἠκούσθην, πολλῷ ἀξιοπιστότερον κεχρημένος τῷ λόγῳ ἢom.E. ὅσον ἂν δυνηθείη δυσωπῆσαι τὰ γράμματα.