284
Οἶμαι μέν τινα ἤδη τύπον κεκρατῆσθαι παρὰ τῇ τιμιότητί σου τῶν μοναζόντων ἕνεκεν, ὡς μηδὲν ἡμᾶς δεῖσθαι ἰδιάζουσαν χάριν ἐπʼ αὐτοῖς αἰτεῖν, ἀλλʼ ἐξαρκεῖν αὐτοῖς, εἰ τῆς κοινῆς μετὰ πάντων ἀπολαύσειαν φιλανθρωπίας· ὅμως δὲ καὶ ἐμαυτῷ ἐπιβάλλειν ἡγούμενος φροντίζειν, τὰ δυνατά, τῶν τοιούτων, ἐπιστέλλω τῇ τελείᾳ συνέσει σου τοὺς πάλαι μὲν ἀποταξαμένους τῷ βίῳ, νεκρώσαντας δὲ ἑαυτῶν τὸ σῶμα, ὡς μήτε ἀπὸ χρημάτων μήτε ἀπὸ τῆς σωματικῆς ὑπηρεσίας δύνασθαί τι παρέχειν τοῖς δημοσίοις χρήσιμον, ἀφιέναι τῶν συντελειῶν. καὶ γὰρ εἴπερ εἰσὶ κατὰ τὸ ἐπάγγελμα ζῶντες, οὔτε χρήματα ἔχουσιν οὔτε σώματα, τὰ μὲν εἰς τὴν τῶν δεομένων κοινωνίαν ἀποκτησάμενοι, τὰ δὲ ἐν νηστείαις καὶ προσευχαῖς κατατρίψαντες. οἶδα δὲ ὅτι τοὺς οὕτω βεβιωκότας παντὸς μᾶλλον δι’ αἰδοῦς ἄξεις, καὶ βουλήσειβουλήσῃ editi antiqui. σεαυτῷσεαυτοῦ E. κτήσασθαι βοηθοὺς δυνατοὺς διὰ τῆς κατὰ τὸ εὐαγγέλιον πολιτείας δυσωπῆσαι τὸν Κύριον.
Ἀνεπίγραφος, ἐπὶ τῇ τῆς Ἐκκλησίας προστασίᾳ
285
Ὁ τῆς Ἐκκλησίας φροντίζων καὶ διὰ χειρὸς ἔχων τῶν κτήσεων τὴν ἐπιμέλειαν αὐτός ἐστιν ὁ τὴν ἐπιστολὴν ἐπιδιδούς σοι ταύτην, ὁ ἀγαπητὸς υἱὸς ὁ δεῖνα. τούτῳ καταξίωσον, περὶ ὧν ἀναφέρει τῇ κοσμιότητί σου, δοῦναι καὶ λόγου παρρησίαν, καὶ περὶ ὧν διαβεβαιοῦταιβεβαιοῦται E, editi antiqui. προσχεῖν· ἵνα ἀπὸ γοῦν τοῦ νῦν δυνηθῇ ἡ Ἐκκλησία ἑαυτὴν ἀναλαβεῖν καὶ τῆς πολυκεφάλου ταύτης ὕδρας ἀπαλλαγῆναι. τοιαύτη γὰρ ἡ τῶν πτωχῶν κτῆσις, ὥστε ἀεὶ ἡμᾶς ζητῆσαι τὸν ὑποδεχόμενον αὐτήν, διὰ τὸ προσαναλίσκειν μᾶλλον τὴν Ἐκκλησίαν, ἤ τινα καρπὸν ἔχειν ἀπὸ τῶν κτημάτων.