Σωφρονίῳ μαγίστρῳτῷ αὐτῷ διὰ διαβολὴν ἑαυτοῦ to the same, by reason of a slander against himself editi antiqui.
272
Ἀπήγγειλέ μοι ἈκτίακοςἈκτιανὸς Regius sec., Coisl. sec., Paris.; Ἀντίοχος editi antiqui. ὁ διάκονος, ὅτι σέ τινες ἐλύπησαν καθʼ ἡμῶν, διαβάλλοντες ἡμᾶς ὡς οὐκ εὐνοϊκῶς πρὸς τὴν σὴν διακειμένους σεμνότητα. ἐγὼ δὲ οὐκ ἐθαύμασα εἴ τινές εἰσιν ἀνδρὶ τοσούτῳ παρεπόμενοι κόλακες. πεφύκασι γάρ πως ταῖς μεγάλαις δυναστείαις αἱ ἀνελεύθεροι αὐταὶ παραφύεσθαι θεραπεῖαι, οἳ διὰ τὸ ἀπορεῖν οἰκείου ἀγαθοῦ, δι’ οὗ γνωρισθῶσιν, ἐκ τῶν ἀλλοτρίων κακῶν ἑαυτοὺς συνιστῶσι. καὶ σχεδόν, ὥσπερ ἡ ἐρυσίβη τοῦ σίτου ἐστὶ φθορὰ ἐν αὐτῷ γινομένη τῷ σίτῳ, οὕτω καὶ ἡ κολακεία τὴν φιλίαν ὑποδυομένη λύμη ἐστὶ τῆς φιλίας. οὐ τοίνυν ἐθαύμασα, ὡς ἔφην, εἴ τινες, ὥσπερ οἱ κηφῆνες τὰ σμήνη, οὕτως αὐτοὶοὗτοι E, Med. τὴν λαμπράν σου καὶ θαυμαστὴν ἑστίαν περιβομβοῦσιν.