Βάρσῃ, ἐπισκόπῳ Ἐδέσσης, ἐν ἐξορίᾳ ὄντι
267
Ἐγὼ τῆς διαθέσεως μὲν ἕνεκεν, ἧς ἔχω περὶ τὴν σὴν θεοσέβειαν, ἐπεθύμουν αὐτὸς παραγενέσθαι καὶ δι’ ἐμαυτοῦ περιπτύξασθαί σου τὴν ἀληθινὴν ἀγάπην, καὶ δοξάσαι τὸν Κύριον τὸν ἐν σοὶ μεγαλυνθέντα καὶ τὸ τίμιόν σου γῆρας περιφανὲς καταστήσαντα πᾶσι τοῖς ἐν τῇ οἰκουμένῃ φοβουμένοις αὐτόν. ἐπειδὴ δὲ καὶ ἀσθένεια τοῦ σώματος βαρεῖα καταπονεῖ με καὶ φροντὶς ἐκκλησιῶν ἐπίκειταί μοι ἀμύθητος, καὶ οὐκ εἰμὶ ἐμαυτοῦ κύριος πρὸς τὸ ἀποδημεῖν ὅπου βούλομαι καὶ συντυγχάνειν οἷς ἐπιθυμῶ, διὰ τοῦ γράμματος ἀναπαύω τὸν πόθον ὃν ἔχω ἐπὶ τῇ ἀπολαύσει τῶν ἐν σοὶ καλῶν, καὶ παρακαλῶ τὴν ἀνυπέρβλητόν σου εὐλάβειαν εὔχεσθαι ὑπὲρ ἐμοῦ καὶ τῆς Ἐκκλησίας, ἵνα ὁ Κύριος δῷ ἡμῖν ἀπροσκόπως παρελθεῖν τὰς λυπουμένας ἡμέρας ἢ ὥρας τῆς παρεπιδημίας ἡμῶν· παράσχοι δὲ ἡμῖν καὶ ἰδεῖν τὴν εἰρήνην τῶν ἐκκλησιῶν αὐτοῦ καὶ ἀκοῦσαι περί τε τῶν λοιπῶν συλλειτουργῶν σου καὶ τῶν συναθλητῶνἀθλητῶν E. ἃ εὐχόμεθα, καὶ περὶ σοῦ αὐτοῦ, ἃκαὶ add. E. νυκτὸς καὶ ἡμέρας οἱ ὑπὸ σὲ λαοὶ ζητοῦσι παρὰ τοῦ Κυρίου τῆς δικαιοσύνης.