259
Ἐγὼ πόσον μὲν ὑμᾶς ἀγαπῶ, εἰκάζειν ὀφείλετε ἐξ ὧν ἡμᾶς αὐτοὶ ἀγαπᾶτε. καὶ εἰρήνης μὲν ἐπεθύμησα ἀεὶ γενέσθαι βραβευτής, ἀποτυγχάνων δὲ λυποῦμαι μέν· πῶς γὰρ οὔ; οὐ μὴνοὐ μὲν δὲ editi antiqui; οὐ μὴν δὲ alii MSS. ἐχθραίνειν δύναμαί τισι τούτου γε ἕνεκεν, εἰδὼς ὅτι πάλαι ἀφʼ ἡμῶν ἤρθη τὸ τῆς εἰρήνης καλόν. εἰ δὲ παρʼ ἄλλοις ἡ αἰτία τῆς διαστάσεως, παράσχοι ὁ Κύριος παύσασθαι τοὺς τὰς διχοστασίας ποιοῦντας. οὐ μέντοι οὐδὲ ἐπιζητῶ συνεχῆ ὑμῶν τὴν ἐπιδημίαν· ὥστε τούτου ἕνεκεν μηδὲ ἀπολογεῖσθαίμηδὲ ἀπολογεῖσθαι μὴ ἀπολογεῖσθε editi antiqui. μοι. οἶδα γὰρ ὅτι ἄνδρες τὸν πεπονημένον προελόμενοι βίον, καὶ ἀεὶ διὰ τῶν χειρῶν ἑαυτοῖς τὰ ἀναγκαῖα συμποριζόμενοι, πολὺν ἀποδημεῖν χρόνον τῶν ἰδίων οὐ δύνανται. ἀλλʼ ὅπουπερ ἂν ἦτε, μέμνησθε ἡμῶν. καὶ προσεύχεσθε ὑπὲρ ἡμῶν,ὑπὲρ ἡμῶν om. Vat., Coisl. sec., Reg. sec. ἵνα αὐτοὶ γοῦν πρὸς ἑαυτοὺς εἰρήνην ἔχωμεν καὶ πρὸς τὸν Θεόν, μηδεμιᾶς τοῖς λογισμοῖς ἡμῶν ταραχῆς ἐνοικούσης.
Ὀπτίμῳ ἐπισκόπῳ