2
Τούτων δὲ μία φυγή, ὁ χωρισμὸςδρασμὸς C, F. ἀπὸ τοῦ κόσμου παντός. κόσμου δὲ ἀναχώρησις, οὐ τὸ ἔξω αὐτοῦ γενέσθαι σωματικῶς, ἀλλὰ τῆς πρὸς τὸ σῶμα συμπαθείας τὴν ψυχὴν ἀποῤῥῆξαι καὶ γενέσθαι ἄπολιν, ἄοικον, ἀνίδιον, ἀφιλέταιρον, ἀκτήμονα, ἄβιον, ἀπράγμονα, ἀσυνάλλακτον, ἀμαθῆ τῶν ἀνθρωπίνων διδαγμάτων, ἕτοιμον ὑποδέξασθαι τῇ καρδίᾳ τὰς ἐκ τῆς θείας διδασκαλίας ἐγγινομένας διατυπώσεις. ἑτοιμασία δὲ καρδίας ἡ ἀπομάθησις τῶν ἐκ πονηρᾶς συνηθείας προκατασχόντων αὐτὴν διδαγμάτων. οὔτε γὰρ ἐν κηρῷ γράψαι δυνατόν, μὴ προκαταλεάναντα τοὺς ἐναποκειμένους χαρακτῆρας· οὔτε ψυχῇ δόγματα θεῖα παραθέσθαι, μὴ τὰς ἐκ τοῦ ἔθους προλήψεις αὐτῆς ἐξελόντα. πρὸς δὴ τοῦτο μέγιστον ὄφελος ἡμῖν ἡ ἐρημία παρέχεται, κατευνάζουσα ἡμῶν τὰ πάθη καὶ σχολὴν διδοῦσα τῷ λόγῳ παντελῶς αὐτὰ τῆς ψυχῆς ἐκτεμεῖν. ὡς γὰρ τὰ θηρία εὐκαταγώνιστά ἐστι καταψηχθέντα,καταψυχθέντα C, F. οὕτως ἐπιθυμίαι καὶ ὀργαὶ καὶ φόβοι καὶ λύπαι, τὰ ἰοβόλα τῆς ψυχῆς κακά, κατευνασθέντα διὰ τῆς ἡσυχίας καὶ μὴ ἐξαγριαινόμενα τῷ συνεχεῖ ἐρεθισμῷ, εὐκαταγωνιστότερα τῇ δυνάμει τοῦ λόγου γίνεται. ἔστω τοίνυν τὸ χωρίον τοιοῦτον, οἷόν πέρ ἐστι καὶ τὸ ἡμέτερον, ἐπιμιξίας ἀνθρώπων ἀπηλλαγμένον, ὡς ὑπὸ μηδενὸς τῶν ἔξωθεν τὸ συνεχὲς τῆς ἀσκήσεως διακόπτεσθαι.