251
Νῦν οὖν οἱ ἡμῖν τὴν κακοδοξίαν ἐγκαλοῦντες εἰπάτωσαν ἡμῖν, πῶς μὲν αἱρετικοὶ ἦσαν ἐκεῖνοι, ὧν τὴν καθαίρεσιν οὐκ ἐδέξαντο, πῶς δὲ ὀρθόδοξοι οὗτοι οἱ παρʼ ἐκείνων προαχθέντες καὶ τὸ αὐτὸ φρόνημα τοῖς πατράσιν αὐτῶν διασώζοντες. εἰ μὲν γὰρ ὀρθόδοξος Εὐίππιος, πῶς οὐχὶ λαϊκὸς Εὐστάθιος, ὁ παρʼ ἐκείνου καθῃρημένος; εἰ δὲ αἱρετικὸς ἐκεῖνος, πῶς κοινωνικὸς Εὐσταθίου νῦνκοινωνὸς Εὐσταθίῳ ἦν editi antiqui. ὁ διὰ τῆς ἐκείνου χειρὸς προαχθείς; ἀλλὰ παιδιαὶ αὗται, κατὰ τῶν ἐκκλησιῶν τοῦ Θεοῦ παιζόμεναι, πρὸς τὸ ἑαυτῶναὐτῶν editi antiqui. συμφέρον, καὶ διαβάλλειν ἀνθρώπους καὶ πάλιν συνιστᾷν ἐπιχειρούντων.