251
Καὶ δῴη Κύριος ὑμῖν τὰ ἀγαθὰ Ἱερουσαλὴμ τῆς ἄνω, ἀνθʼ ὧν τὰς ψευδεῖς καθʼ ἡμῶν διαβολὰς ἐπὶ τὰς τῶν ψευδολόγων κεφαλὰς ἀπεπέμψασθε, μὴ δόντες αὐτοῖς εἴσοδον ἐπὶ τὰς καρδίας ὑμῶν. καὶ οἶδα καὶ πέπεισμαι ἐν Κυρίῳ ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶτοῖς οὐρανοῖς καὶ ἐπὶ om. Med. cum quinque aliis. τῇ πράξει ταύτῃ. ἐλογίσασθε γὰρ τοῦτο σοφῶς παρʼ ἑαυτοῖς, ὃ καὶ ἔστι κατʼ ἀλήθειαν, ὅτι οἱ ἀνταποδιδόντες μοι πονηρὰ ἀντὶ καλῶν,ἀγαθῶν editi antiqui. καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου τῆς εἰς αὐτούς, διαβάλλουσί με νῦν ἐπʼ ἐκείνοις, εἰς ἃ αὐτοὶ εὑρίσκονται ἐγγράφους ὁμολογίας ἐκθέμενοι.
251
Καὶ οὐ μόνον εἰς ταύτην ἐνέπεσον τὴν ἐναντίωσιν, ἴδια ἔγγραφα ὑμῖνἡμῖν E. κατηγορίας προφέροντες,προσφέροντες editi antiqui. ἀλλʼ ὅτι καὶ παμψηφὶ παρὰ τῶν συνελθόντων εἰς τὴν Κωνσταντινούπολιν καθαιρεθέντες, οὐκ ἐδέξαντο τὴν καθαίρεσιν αὐτῶν, σύνοδον ἀθετούντων προσαγορεύοντες, καὶ μὴ καταδεχόμενοι ἐπισκόπους αὐτοὺς λέγειν, ἵνα μὴ τὴν κατʼ αὐτῶν ἐξενεχθεῖσαν ψῆφον κυρώσωσι. καὶ τὴν αἰτίαν προσετίθεσαν τοῦ μὴ εἶναι αὐτοὺς ἐπισκόπους, διότι αἱρέσεως, φησί, πονηρᾶς προεστήκασι. ταῦτακαὶ ταῦτα E. δὲ ἐγένετοἐγένοντο editi antiqui. πρὸ δέκα καὶ ἑπτὰ οὐχ ὅλων ἐτῶν. ἦσαν δὲ οἱ ἔξαρχοι τῶν καθελόντων αὐτούς, Εὐδόξιος, Εὐίππιος, Γεώργιος, Ἀκάκιος, καὶ οἱ λοιποὶ τῶν ὑμῖνἡμῖν editi antiqui. οἱ δὲ νῦν κρατοῦντες τῶν ἐκκλησιῶν ἐκείνων εἰσὶ διάδοχοι, οἱ μὲν ἀντʼ αὐτῶν χειροτονηθέντες, οἱ δὲ ὑπʼ ἐκείνων αὐτῶν προαχθέντες.