15
Ἡμεῖς δὲ τὴν ἀφορμὴν τοῦ προσφθέγγεσθαίπροσφθέγξασθαι C. σου τὴν ἀμίμητον καλοκἀγαθίαν μέγιστον κέρδος ἐθέμεθα, εὐχόμενοι τῷ ἁγίῳ Θεῷ προκόπτοντί σοι ἐν τῇ πρὸς αὐτὸν εὐαρεστήσει καὶ ἐπὶ μεῖζον τῆς περὶ σὲ περιφανείας αὐξανομένης, αὐτοί τε ἐπευφραίνεσθαι καὶ τοῖς εὐεργετουμένοις ὑπὸ τῆς σῆς ἐπιστασίας συνήδεσθαι· λαβεῖν δέ ποτε καὶ τοὺς ἐγχειρίζοντάς σοι τὰ γράμματα ἡμῶν ἡμέρως ἰδεῖν, καὶ ἀποπέμψασθαι μετὰ πάντων καὶ αὐτούς, ἀνυμνοῦντας τὴν σὴν πραότητα, ἀεὶ μαθόντας ὅτι οὐκ ἄχρηστος αὐτοῖς ἡ παρʼ ἡμῶν πρεσβεία πρὸς τὴν ἀνυπέρβλητόν σου καλοκἀγαθίαν γεγένηται.
Πρὸς Εὐνόμιον τὸν αἱρετικόνSic E, F; Εὐνομίῳ A, B, D; πρὸς Εὐνόμιον αἱρετικὸν ὅτι μηδὲ τὴν τοῦ μύρμηκος φύσιν ἐπιστάμενος τὴν πάντα νοῦν ὑπερέχουσαν δύναμιν φυσιολογεῖν ἐπεχείρησεν C.
16
Ὁ ἐφικτὴν εἶναι λέγων τῶν ὄντων τὴν εὕρεσιν, ὁδῷ τινὶ πάντως καὶ ἀκολουθίᾳ διὰ τῆς τῶν ὄντων γνώσεως παρέβαλενπροέβαλεν editi; παρέβαλεν A, B, C, D, E, F. ἑαυτοῦ τὴν διάνοιαν· καὶ τοῖς εὐλήπτοις τε καὶ μικροτέροις ἐγγυμνασθεὶς διὰ τῆς καταλήψεως, οὕτω καὶ εἰςπρὸς C, D. τὴν ἐπέκεινα πάσης ἐννοίας προήγαγεν ἑαυτὸνἑαυτοῦ editi, sed ἑαυτὸν MSS. καταληπτικὴν φαντασίαν.