225
Πολλὴν χάριν ἔχομεν ἀεὶ τῷ Θεῷ, καὶ βασιλεῦσι τοῖς ἐπιμελομένοις ἡμῶν, ὅταν ποτὲ ἴδωμεν τῆς πατρίδος ἡμῶν τὴν ἀρχὴν ἀνδρὶ πιστευθεῖσαν πρῶτον μὲν Χριστιανῷ, ἔπειτα ὀρθῷ τὸν τρόπον, καὶ ἀκριβεῖ τῶν νόμων φύλακι, καθʼ οὓς πολιτευόμεθα τὰ ἀνθρώπινα. διαφερόντως δὲ ἐπὶ τῆς σῆς ἐπιδημίας ταύτην τὴν χάριν ὡμολογήσαμεν τῷ Θεῷ καὶ τῷ θεοφιλεῖ βασιλεῖ. αἰσθόμενοι δὲ ὅτι τινὲς τῶν ἐχθρῶν τῆς εἰρήνης ἔμελλον τὰ σεμνά σου δικαστήρια καθʼ ἡμῶν διοχλεῖν, ἐξεδεχόμεθα κληθήσεσθαι παρὰ τῆς μεγαλονοίας σου, ὥστε διδαχθῆναι παρʼ ἡμῶν τὴν ἀλήθειαν· εἴπερ ἄρα κατεδέχετό σου ἡ μεγάλη φρόνησις τῶν ἐκκλησιαστικῶν πραγμάτων οἰκειοῦσθαι τὰς ἐξετάσεις. ἐπειδὴ δὲ ἡμᾶς μὲν παρεῖδε τὸ δικαστήριον, τὸν δὲ ἀδελφὸν ἡμῶν καὶ συλλειτουργὸν Γρηγόριον κινηθεῖσά σου ἡ ἐξουσία ἐπὶ ταῖς Φιλοχάρους λοιδορίαις ἀναρπαγῆναι προσέταξεν, ὁ δὲ ὑπήκουσε μὲν τῷ προστάγματι, (πῶς γὰρ οὐκ ἔμελλεν;) ὑπὸ δὲ πλευριτικοῦ πάθους κατασχεθείς, καὶ ἅμα ἐκ τῆς προσγενομένης αὐτῷ ψύξεως, τῆς τῶν νεφρῶν ἀρρωστίας συνήθως ἐπαναστάσης, ἠναγκάσθη, ἀπαραιτήτως ὑπὸ τῶν στρατιωτῶν κατεχόμενος, ἐπιμελείας ἕνεκεν τοῦ σώματος καὶ παραμυθίας τῶν ἀφορήτων ὀδυνῶν, πρός τι χωρίον ἡσυχίαν ἔχον μετατεθῆναι· τούτου χάριν πάντες ἤλθομεν ἐπὶ τὸ ἱκετεῦσαι τὸ μέγεθός σου, μηδὲν ἀγανακτῆσαι τῇ ἀναβολῇ τῆς ἀπαντήσεως, καὶ γὰρ οὔτε τι τῶν δημοσίων χεῖρον ἔσχεν ἐκ τῆς ἡμετέρας ὑπερθέσεως, οὔτε τι τῶν ἐκκλησιαστικῶν τούτου ἕνεκεν παρεβλάβη.