203
Μὴ ταῦτα, ἀδελφοὶ τιμιώτατοι, μὴ ἀνάσχησθε τοῦτο, ἀλλὰ καὶ ἐπὶ τοῖς παρελθοῦσι παρακαλέσατε ἡμᾶς γράμμασιν εἰρηνικοῖς καὶ ἀγαπητικαῖς προσφωνήσεσιν, οἱονεὶ πραείᾳ τινὶ ἐπαφῇ τὸ τῆς καρδίας ἡμῶν ἕλκος, ὃ ἐκ τῆς παρελθούσης ἀμελείας ἐνεποιήσατε ἡμῖν, παραμυθούμενοι. καὶ εἴτε αὐτοὶ βούλεσθε πρὸς ἡμᾶς ἀπαντῆσαι καὶ δι’ ἑαυτῶν ἐρευνῆσαι τὰ ἀρρωστήματα ἡμῶν, εἰ ὄντως τοιαῦτά ἐστιν οἷα ἀκούετε, ἢ ταῖς ἐκ τοῦ ψεύδους προσθήκαις βαρύτερα ὑμῖν ἀπαγγέλλεται τὰ ἁμαρτήματα ἡμῶν, γενέσθω καὶ τοῦτο· ἕτοιμοι ἡμεῖς ὑπτίαις χερσὶ τὴν παρουσίαν ὑμῶν ὑποδέξασθαι, καὶ προθεῖναι ἑαυτοὺς εἰς ἀκριβῆ βάσανον· μόνον ἀγάπη ἡγείσθω τῶν γινομένων· εἴτε καὶ βούλεσθε παρʼ ἑαυτοῖς ὑποδεῖξαί τινα τόπον, ἐν ᾧ γενόμενοι καὶ ὑμῖν τὸ ὀφειλόμενον τῆς ἐπισκέψεως χρέος ἀποπληρώσομεν καὶ ἑαυτῶν τὴν ἐνδεχομένην πεῖραν παρέξομεν, ὥστε καὶ τὰ προλαβόντα ἰάσασθαι, καὶ τοῦ λοιποῦ μηδεμίαν διαβολαῖς χώραν καταλιπεῖν, καὶ τοῦτο γενέσθω. πάντως γὰρ εἰ καὶ ἀσθενῆ περιφέρομεν σάρκα, ἀλλʼ ἕως ἀναπνέωμεν, ὑπεύθυνοί ἐσμεν μηδὲν ἐλλιμπάνειν τῶν εἰς οἰκοδομὴν τῶν ἐκκλησιῶν τοῦ Χριστοῦ.