198
Τὸ δέ, ὅτι ἀποστεῖλαί τινα δέον ἐξ ἡμῶν αὐτῶν, οὐκ ἐποιήσαμεν τοῦτο, αὐτὸς μὲν τῇ σεαυτοῦ συνέσει ὀρθῶς ἐπεζήτησας καὶ καθήψω ἡμῶν· γίνωσκε δὲ τὸν παρʼ ἡμῖν χειμῶνα τοσοῦτον γεγενῆσθαι, ὥστε πάσας μὲν ὁδοὺς ἐγκλεισθῆναι μέχρι τῶν ἡμερῶν τοῦ Πάσχα, μηδένα δὲ ἡμᾶς ἔχειν τὸν εὐθαρσῶς πρὸς τὰ τῆς ὁδοῦ δυσχερῆ διακείμενον. καὶ γάρ, εἰ καὶ πολυάνθρωπόν πως εἶναι δοκεῖ τὸ ἱερατεῖον ἡμῶν, ἀλλὰ ἀνθρώπων ἀμελετήτως ἐχόντων πρὸς τὰς ὁδοιπορίας, διὰ τὸ μήτε ἐμπορεύεσθαι μήτε τὴν ἔξω διατριβὴν αἱρεῖσθαι, τὰς δὲ ἑδραίας τῶν τεχνῶν μεταχειρίζεσθαι τοὺς πολλούς, ἐκεῖθεν ἔχοντας τὴν ἀφορμὴν τοῦ ἐφημέρου βίου. αὐτίκα καὶ τὸν ἀδελφὸν τοῦτον, ὃν νῦν ἀπεστείλαμεν πρὸς τὴν εὐλάβειάν σου· ἐκ τῆς χώρας μεταστειλάμενοι, ἐχρησάμεθα αὐτῷ διακόνῳ τῶν πρὸς τὴν σὴν ὁσιότητα γραμμάτων, ἵνα καὶ τὰ ἡμέτερα σαφῶς διαγγείλῃ, καὶ τὰ αὐτόθεν ἡμῖν ἐναργῶς καὶ ταχέως τῇ τοῦ Θεοῦ χάριτι διακομίσῃ. καὶ τὸν ποθεινότατον ἀδελφὸν Εὐσέβιον τὸν ἀναγνώστην πάλαι ἐπειγόμενον πρὸς τὴν σὴν θεοσέβειαν ἐπέσχομεν, τὸ τῶν ἀέρων εὐκραὲς ἀναμένοντες. καὶ νῦν μέντοι ἐν φροντίδι οὐ τῇ τυχούσῃ εἰμί, μήποτε αὐτῷ τὸ περὶ τὰς ὁδοιπορίας ἄηθες ξενισμὸν ἐμποιήσῃ, καὶ ἀρρωστίας αἰτίαν παράσχῃ τῷ σώματι εὐαφόρμως ἔχοντι πρὸς τὴν ἀσθένειαν.