189
Ἀλλʼ οὐκ οἶδα ὅπως ἐπὶ τὴν τῆς φύσεως ἔνδειξιν τὴν προσηγορίαν τῆς θεότητος φέρουσιν οἱ πάντα κατασκευάζοντες, ὥσπερ οὐκ ἀκηκοότες παρὰ τῆς Γραφῆς, ὅτι χειροτονητὴ φύσις οὐ γίνεται. Μωϋσῆς δὲ τῶν Αἰγυπτίων ἐχειροτονήθη θεός, οὕτω πρὸς αὐτὸν εἰπόντος τοῦ χρηματίζοντος, ὅτι Θεόν σε δέδωκα τῷ Φαραώ. οὐκοῦν ἐξουσίας τινός, εἴτε ἐποπτικῆς εἴτε ἐνεργητικῆς, ἔνδειξιν ἡ προσηγορία φέρει. ἡ δὲ θεία φύσις ἐν πᾶσι τοῖς ἐπινοουμένοις ὀνόμασι, καθό ἐστι, μένει ἀσήμαντος, ὡς ὁ ἡμέτερος λόγος. εὐεργέτην γάρ, καὶ κριτήν, ἀγαθόν τε καὶ δίκαιον, καὶ ὅσα ἄλλα τοιαῦτα μαθόντες, ἐνεργειῶν διαφορὰς ἐδιδάχθημεν· τοῦ δὲ ἐνεργοῦντος τὴν φύσιν οὐδὲν μᾶλλον διὰ τῆς τῶν ἐνεργειῶν κατανοήσεως ἐπιγνῶναι δυνάμεθα. ὅταν γὰρ ἀποδιδῷ τις λόγον ἑκάστου τε τούτων τῶν ὀνομάτων καὶ αὐτῆς τῆς φύσεως περὶ ἣν τὰ ὀνόματα, οὐ τὸν αὐτὸν ἀμφοτέρων ἀποδώσει λόγον. ὧν δὲ ὁ λόγος ἕτερος, τούτων καὶ ἡ φύσις διάφορος. οὐκοῦν ἄλλο μέν τί ἐστιν ἡ οὐσία, ἧς οὔπω λόγος μηνυτὴς ἐξευρέθη· ἑτέρα δὲ τῶν περὶ αὐτὴν ὀνομάτων ἡ σημασία, ἐξ ἐνεργείας τινὸς ἢ ἀξίας ὀνομαζομένων.