8
Πάλιν διὰ τοῦ σοφοῦ Σολομῶντος ἐν Παροιμίαις κέκτισται,κτίζεται F. Κύριος γάρ, φησίν, ἔκτισέ με. καὶ ἀρχὴ ὁδῶν εὐαγγελικῶν ὀνομάζεται, ἀγουσῶν ἡμᾶς πρὸς τὴν βασιλείαν τῶν οὐρανῶν, οὐ κατʼ οὐσίαν κτίσις, ἀλλὰ κατὰ τὴν οἰκονομίαν ὁδὸς γεγονώς. τὸ γὰρ γεγονέναι καὶ τὸ ἐκτίσθαι ταὐτὸν δηλοῖ. ὡς γὰρ ὁδὸς γέγονε, καὶ θύρα, καὶ ποιμήν, καὶ ἄγγελος, καὶ πρόβατον, καὶ πάλιν ἀρχιερεὺς καὶ ἀπόστολος, ἄλλων κατʼ ἄλλην ἐπίνοιαν τῶν ὀνομάτων κειμένων.
8
Τί ἂν εἴποι πάλιν ὁ αἱρετικὸς περὶ τοῦ ἀνυποτάκτου Θεοῦ καὶ τοῦ δι’ ἡμᾶς ἁμαρτίανἁμαρτίας F. γεγενημένου; γέγραπται γάρ, Ὅταν ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα. οὐ φοβῇ, ἄνθρωπε, τὸν Θεὸν ἀνυπότακτον ὀνομαζόμενον;διὰ σὲ add. F. τὴν γὰρ σὴν ὑποταγὴν ἰδίαν ποιεῖται, καὶ ἐν τῷ ἀντιτείνειν σε πρὸς τὴν ἀρετήν, ἀνυπότακτον ἑαυτὸν ὀνομάζει. οὕτω ποτὲ καὶ ἑαυτὸν ἔφη εἶναι τὸν διωκόμενον, Σαῦλε γάρ, φησί, Σαῦλε, τί με διώκεις; ἡνίκα ἐπὶ Δαμασκὸν ἔτρεχε, τοὺς μαθητὰς τοῦ Χριστοῦ συνδῆσαι βουλόμενος. καὶ πάλιν ἑαυτὸν γυμνὸν ὀνομάζει, ἑνός τινος τῶν ἀδελφῶν γυμνητεύοντος, Γυμνὸς γάρ, φησίν, ἤμην, καὶ περιεβάλετέ με. καί, ἄλλου ἐν φυλακῇ ὄντος, ἑαυτὸν ἔφη εἶναι τὸν καθειργμένον. αὐτὸς γὰρ τὰς ἀσθενίαςἀσθενίας F, ἁμαρτίας editi. ἡμῶν ἦρε καὶ τὰς νόσους ἐβάστασε. μία δὲ τῶν ἀσθενειῶν ἐστὶ καὶ ἡ ἀνυποταξία, καὶ ταύτην ἐβάστασε. διὸ καὶ τὰ συμβαίνοντα ἡμῖν περιστατικὰ ἰδιοποιεῖται ὁ Κύριος, ἐκ τῆς πρὸς ἡμᾶς κοινωνίας τὰ ἡμέτερα πάθη ἀναδεχόμενος.