169
Ταῦτα μὴ ἀνεκτὰ φανήτω τῇ σῇ εὐλαβείᾳ· καὶ γὰρ κοινὸςκοινόν editi antiqi. πάντων ἡμῶν ὁ γέλως· ἀλλὰ μάλιστα μὲν αὐτὸν κέλευσον μετὰ τῶν παρθένων ἐπανελθεῖν· τύχοι γὰρ ἄν τινος φιλανθρωπίας εἰ μετὰ σῶν ἐπανήκοι γραμμάτων· εἰ δὲ μή, τάς γε παρθένους ἀπόπεμψον τῇ μητρὶ αὐτῶν τῇ ἐκκλησίᾳ. εἰ δὲ μή,τοῦτο add. editi antiqi. τάς γε βουλομένας τυραννεῖσθαι μῂ συγχωρήσῃς, ἀλλʼ ἐπανελθεῖν τύπωσον πρὸς ἡμᾶς. ἢ μαρτυρόμεθά σοισοι Θεὸν καὶ ἀνθρώπους Harl.; σε E. ὡς καὶ Θεῷ καὶ ἀνθρώποις, ὅτι μὴ καλῶς ταῦτα γίνεται μηδὲ θεσμοῖς ἐκκλησίας. Γλυκέριος δὲ εἰ μὲν ἐπανέλθοι μετʼ ἐπιστήμης καὶ τῆς πρεπούσηςπαρούσης E. editi antiqi. εὐσταθείας, τοῦτο ἄριστον, εἰ δὲ μή, ἔστω πεπαυμένος τῆς ὑπηρεσίας.
Γλυκερίῳ
170
Μέχρι τίνος ἀπονοῇ, καὶ κακῶς μὲνμέν om. E βουλεύῃ περὶ σεαυτοῦ, κινεῖς δὲδὲ μέν E, editi antiqi. ἡμᾶς, αἰσχύνεις δὲ τὸ κοινὸν τάγμα τῶν μοναστῶν; ἐπάνελθε οὖν τῷ Θεῷ θαρρῶν καὶ ἡμῖν, οὗ τὴν φιλανθρωπίαν μιμούμεθα. εἰ γὰρ καὶ πατρικῶς ἐπετιμήσαμεν, ἀλλὰ καὶ συγγνωσόμεθα πατρικῶς.πνευματικῶς apud Gregorium. ταῦτά σοι παρʼ ἡμῶν, ἐπειδὴ πολλοί τε ἱκετεύουσιν ἄλλοι, καὶ πρὸ τῶν ἄλλων ὁ σὸς πρεσβύτερος, οὗ τὴν πολιὰν αἰδούμεθα καὶ τὴν εὐσπλαγχνίαν. εἰ δὲ μακρύνειςμακρύνοις Harl. ἀφʼ ἡμῶν, τοῦ βαθμοῦ μὲν πάντωςπαντός Reg. secundus. ἐκπέπτωκας, ἐκπεσῇ δὲ καὶ τοῦ Θεοῦ μετὰ τῶν μελῶν σου καὶ τῆς στολῆς, οἷς ἄγεις τὰς νέας, οὐ πρὸς Θεόν, ἀλλʼ εἰς βάραθρον.
Γρηγορίῳἑταίρῳ add. E.