169
Καὶ τέλος, ἵνα τι μὴμή Combefisius, who would thus replace τι. λόγῳ ἐπιτιμηθῇ μικρὸν παρʼ ἡμῶν καὶ τοῦ χωρεπισκόπου πρὸς τὸ μὴ καταφρονεῖν αὐτὸν (καὶ γὰρ καὶ τοὺς νέους ἐγύμναζεν εἰς τὴν αὐτὴν ἀπόνοιαν), πρᾶγμα διανοεῖται λίαν τολμηρὸν καὶ ἀπάνθρωπον. συλήσας νῶν παρθένων ὅσας ἠδύνατο, καὶ νύκτα τηρήσας, δραπέτης γίνεται. πάνυ σοι δεινὰ ταῦτα φανεῖται.φαίνεται Harl. σκόπει καὶ τὸν καιρόν. ἤγετο μὲν ἡ ἐκεῖσε σύνοδος καὶ πολὺ πανταχόθεν, ὡς εἰκός, ἐπέρρει τὸ πλῆθος. ὁ δὲ ἀντεξῆγε τὸν ἑαυτοῦ χορὸν νέοις ἑπόμενον καὶ περιχορεύοντα, καὶ πολλὴν μὲν κατήφειαν κινοῦντα τοῖς εὐλαβέσι, πολὺν δὲ γέλωτα τοῖς ἀκρατέσι καὶ τὴν γλῶσσαν ἑτοιμοτέροις. καὶ οὐκ ἀρκεῖ ταῦτα, καίπερ τηλικαῦτα ὄντα τὸ μέγεθος· ἀλλʼ ἔτι καὶ τοὺς γονεῖς, ὡς πυνθάνομαι, τῶν παρθένων τὴν ἀτεκνίαν οὐ φέροντας, καὶ τὴν διασπορὰν ἐπαναγαγεῖν βουλομένους, καὶ μετʼ ὀδυρμῶν προσπίπτοντας, ὡς εἰκός, ταῖς ἑαυτῶν θυγατράσι, περιυβρίζει καὶ ἀτιμοῖἀτιμάζει Harl. ὁ θαυμαστὸς νεανίσκος μετὰ τοῦ λῃστρικοῦ συντάγματος.