169
Οὗτος ὁ νῦν σοβαρὸς καὶ σεμνὸς ὑμῖν Γλυκέριος ἐχειροτονήθη μὲν παρʼ ἡμῶν τῆς κατὰ ΟὐήνεσανΣύννασαν Harl. ἐκκλησίας διάκονος, ὡς καὶ τῷ πρεσβυτέρῳ διακονήσων καὶ τοῦ ἔργου τῆς ἐκκλησίας ἐπιμελησόμενος. καὶ γάρ ἐστιν, εἰ καὶ τὰ ἄλλα δύστροπος ὁ ἀνήρ, ἀλλὰ τὰ ἐπίχειρα οὐκ ἀφυής. ἐπεὶ δὲ κατέστη, τοῦ μὲν ἔργου ἠμέλησε τοσοῦτον ὅσον οὐδὲ τὴν ἀρχὴν γεγονότος· παρθένους δὲ ἀθλίας συναγαγὼν κατʼ ἰδίαν ἐξουσίαν καὶ αὐθεντίαν, τὰς μὲν ἑκούσας προσδραμούσας αὐτῷ (οἶσθα δὲ τὸ τῶν νέων περὶ τὰ τοιαῦτα πρόχειρον), τὰς δὲ ἀκούσας ἀγελαρχεῖν ἐπεχείρησε, καὶ πατριαρχίας ὄνομα ἑαυτῷ καὶ σχῆμα περιθείς, ἐξαίφνης ἐσοβαρεύσατο, οὐκ ἔκ τινος ἀκολουθίαςδικαίας add. editi antiqi. καὶ εὐσεβείας ἐπὶ τοῦτο ἐλθών, ἀλλʼ ἀφορμὴν βίου ταύτην ὥσπερ ἄλλος τινὰ προστησάμενος· καὶ μικροῦ τὴν ἐκκλησίαν πᾶσαν ἀνάστατον πεποίηκε, περιφρονῶν μὲν τὸν ἑαυτοῦ πρεσβύτερον, ἄνδρα καὶ πολιτείᾳ καὶ ἡλικίᾳ αἰδέσιμον, περιφρονῶν δὲ τὸν χωρεπίσκοπονἐπίσκοπον E. Med. καὶ ἡμᾶς ὡς οὐδενὸς ἀξίους, θορύβων δὲ ἀεὶ καὶ ταραχῶν πληρῶν τὴν πόλιν καὶ σύμπαν τὸ ἱερατεῖον.