Ἀσχολίῳ, ἐπισκόπῳ Θεσσαλονίκης
165
Παλαιὰν ἡμῖν εὐχὴν ὁ ἅγιος Θεὸς ἐξεπλήρωσε, καταξιώσας ἡμᾶς γράμμασι τῆς ἀληθινῆς σου θεοσεβείας ἐντυχεῖν. τὸ μὲν γὰρ μέγιστον καὶ τῆς μεγίστης σπουδῆς ἄξιον αὐτόν σε ἰδεῖν καὶ ὀφθῆναί σοι, καὶ τῶν ἐν σοὶ τοῦ Πνεύματος χαρισμάτων δι’ ἑαυτῶν ἀπολαῦσαι· ἐπειδὴ δὲ τοῦτο ἥ τε τοῦ τόπου διάστασις ἀφαιρεῖται, καὶ αἱ ἰδίᾳ ἑκάτερον ἡμῶν κατέχουσαι περιστάσεις, δευτέρας εὐχῆς ἄξιον γράμμασι συνεχέσι τῆς ἐν Χριστῷ σουσου om. E ἀγάπης τρέφεσθαι τὴν ψυχήν. ὃ καὶ νῦν ἡμῖν ὑπῆρξεν, ὅτε ἐλάβομεν εἰς χεῖρας τὴν ἐπιστολὴν τῆς συνέσεώς σου· πλέον γὰρ ἢ διπλασίους ἐγενόμεθα τῇ ἀπολαύσει τῶν ἐπεσταλμένων. καὶ γὰρ ἦν τῷ ὄντι καὶ αὐτήν σου καθορᾷν τὴν ψυχήν, οἷον δι’ ἐσόπτρου τινὸς τῶν λόγων διαφαινομένην. πολυπλασίονα δὲ ἡμῖν τὴν εὐφροσύνην ἐποίει οὐ μόνον τὸ τοιοῦτον εἶναί σε ὁποῖον ἡ πάντων μαρτυρία παρίστησιν, ἀλλʼ ὅτι τὰ ἐν σοὶ καλὰ τῆς πατρίδος ἡμῶν ἐστὶ σεμνολογήματα. οἷον γὰρ εὐθαλής τις κλάδος ῥίζης γενναίας ἀφορμηθεὶς τῶν πνευματικῶν καρπῶν τὴν ὑπερορίαν ἐνέπλησας. ὥστε εἰκότως ἡ πατρὶς ἡμῶν τοῖς οἰκείοις βλαστήμασιν ἐπαγάλλεται. καὶ ἡνίκα τοὺς ὑπὲρ τῆς πίστεως ἀγῶνας διήθλεις,διῆλθες editi antiqi. ἐδόξαζε τὸν Θεόν, ἀκούουσα τὴν τῶν πατέρων ἀγαθὴν κληρονομίαν διαφυλαττομένην ἔν σοι.