8
Ἢ καὶ τὴν φάτνην αὐτῷ ὀνειδίσειὁ add. F. αἱρετικός, δι’ ἧς ἄλογος ὢν ἐτράφη ὑπὸ τοῦ Λόγου; καὶ τὴν πενίαν προοίσει, ὅτι κλινιδίου οὐκ ηὐπόρησεν ὁ τοῦτοῦom. F. τέκτονος υἱός; διὰ τοῦτο Πατρὸς ἐλάττων ὁ Υἱός, ὅτι διὰ σὲ γέγονε νεκρός, ἵνα σε τῆς νεκρότητος ἀπαλλάξῃ καὶ ζωῆς μέτοχον ἐπουρανίου ποιήσῃ; ὥσπερ ἄν, εἴ τις καὶ τὸν ἰατρὸν αἰτιῷτο, ὅτι συγκύπτων ἐπὶ τὰ πάθη τῆς δυσωδίας συναπολαύῃ, ἵνα τοὺς πεπονθότας ἰάσηται.
8
Διὰ σὲ καὶ τὴν ὥραν καὶ τὴν ἡμέραν τῆς κρίσεως ἀγνοεῖ· καίτοι οὐδὲν λανθάνει τὴν ὄντως σοφίαν, Πάντα γὰρ δι’ αὐτῆς ἐγένετο, οὐδεὶς δὲοὐδὲ F. ἀνθρώπων πώποτε ὃ πεποίηκεν ἀγνοεῖ. ἀλλὰ τοῦτο οἰκονομεῖ διὰ τὴν σὴν ἀσθένειαν, ἵνα μήτε τῷ στενῷ τῆς προθεσμίας οἱ ἁμαρτήσαντες τῇ ἀθυμίᾳ καταπέσωσιν, ὡς οὐχ ὑπολελειμμένου καιροῦ μετανοίας, μηδʼ οὖ πάλιν οἱ πολεμοῦντες μακρὰν τῇ ἀντικειμένῃ δυνάμει διὰ τὸ μῆκος τοῦ χρόνου λειποτακτήσωσιν. ἑκατέρους τοίνυν διὰ τῆς προσποιητῆς ἀγνοίας οἰκονομεῖ· τῷ μὲν διὰ τὸν καλὸν ἀγῶνα συντέμνων τὸν χρόνον, τῷ δὲ διὰ τὰς ἁμαρτίας καιρὸν μετανοίας ταμιευόμενος. καίτοι ἐν τοῖς Εὐαγγελίοις ἑαυτὸν συγκαταριθμήσας τοῖς ἀγνοοῦσι διὰ τὴν τῶν πολλῶν, ὡς ἔφην, ἀσθένειαν· ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων, ὡς τελείοις κατʼ ἰδίαν διαλεγόμενος, καθʼ ὑπεξαίρεσιν ἑαυτοῦ φησίν, Οὐχ ὑμῶν ἐστὶ γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ.