148
Εἰ γὰρ καὶ οὐοὐ add. Capps. πονηρὸν τὸν ἠδικηκότα συνίστησι τὰ γενόμενα,γεγονότα editi antiqi. ἀλλʼ οὖν γε τὸν πεπονθότα τῆς ἐλεεινοτάτης ὄντα μερίδος δείκνυσιν, ἐπειδὴ αὐτὸ τὸ περιπεσεῖν τοῖς θεηλάτοις κακοῖς ἀπόδειξίν πως ἔχειν δοκεῖ τοῦ παραδεδόσθαι τοῖς πάθεσιν. ἀλλʼ ἀρκεῖ αὐτῷ πρὸς παραμυθίαν τῶν συμβάντων τὸ εὐμενεῖ αὐτὸν προσβλέψαι τῷ ὄμματί σε καὶ τὴν πολυαρκῆ χάριν, ἧς πάντες ἀπολαύοντες δαπανᾷν οὐ δύνανται, τὴν τῆς σῆς ἡμερότητος λέγω, καὶ ἐπʼ αὐτὸν ἀφεθῆναι. ὅτι δὲ καὶ ἐν δικαστηρίοις μεγάλη αὐτῷ ἀφορμὴ πρὸς τὴν νίκην ἡ παρὰ σοῦ ῥοπή, πάντες ἀκριβῶς πεπείσμεθα. δικαιότατος δὲ πάντων καὶ αὐτὸς οὗτος, ὁ τὴν ἐπιστολὴν ἡμῶν, ὥς τι ὄφελος αὐτῷ ἐσομένην, ἐπιζητήσας· ὃν μετὰ τῶν ἄλλων ἴδοιμεν τῇ κατὰ δύναμιν αὐτοῦαὐτοῦ om. E φωνῇ τὴν σὴν εὐφημοῦντα σεμνότητα.
Τραϊανῷ