138
Ἐγὼ δὲ καὶ ἄλλων ἀναγκαίων ἕνεκεν πραγμάτων ἐδεόμην εἰς ταὐτὸνεἰς ταὐτό Harl. γενέσθαι τῇ θεοσεβείᾳ σου καὶ περὶ πολλῶν μὲν ἀνακοινώσασθαι, πολλὰ δὲ μαθεῖν. καὶ γὰρ οὐδέ ἐστιν ἐνταῦθα οὐδὲ ἀγάπης ἀληθινῆς ἐπιτυχεῖν. ὅταν δὲ καὶ πάνυ τις ἀγαπῶντα εὕροι,εὕρῃ editi antiqi. οὐκ ἔστιν ὁ δυνάμενος παραπλησίως τῇ τελείᾳ σου φρονήσει καὶ τῇ ἐμπειρίᾳ, ἣν ἐκ πολλῶν τῶν περὶ τὰς ἐκκλησίας συνελέξω καμάτων, δοῦναι γνώμην ἡμῖν περὶ τῶν προκειμένων.
138
Τὰ μὲν οὖν ἄλλα οὐκ ἐνῆν γράφειν· ἃ δʼ οὖν καὶ ἐξενεγκεῖν ἀσφαλὲς ταῦτά ἐστιν. ὁ πρεσβύτερος· Εὐάγριος, ὁ υἱὸς Πομπηϊανοῦ τοῦ Ἀντιοχέως, ὁ συναπάρας ποτὲ ἐπὶ τὴν δύσιν τῷ μακαρίῳ Εὐσεβίῳ ἐπανῆκε νῦν ἐκ τῆς Ῥώμης, ἀπαιτῶν ἡμᾶς ἐπιστολὴν αὐτὰ τὰ παρʼ ἐκείνων γεγραμμένα ἔχουσαν αὐτολεξεὶ (ἀνεκόμισε δὲ ἡμῖν εἰς τοὐπίσω τὰ παρʼ ἡμῶν, ὡς οὐκ ἀρέσαντα τοῖς ἀκριβεστέροις τῶν ἐκεῖ), καὶ πρεσβείαν τινὰ δι’ ἀνδρῶν ἀξιολόγων ἤδη κατεπείγεσθαι, ὑπὲρ τοῦ εὐπρόσωπον ἔχειν ἀφορμὴν τοὺς ἄνδρας τῆς ἐπισκέψεως ἡμῶν.
138
Οἱ κατὰ Σεβάστειαν τὰ ἡμέτερα φρονοῦντες, Εὐσταθίου τὸ ὕπουλον τῆς κακοδοξίας ἕλκος ἀπογυμνώσαντες, ἀπαιτοῦσί τινα παρʼ ἡμῶν ἐκκλησιαστικὴναὐτῶν add. E. ἐπιμέλειαν.
138
Ἰκόνιον πόλις ἐστὶ τῆς Πισιδίας, τὸ μὲν παλαιὸν μετὰ τὴν μεγίστην ἡ πρώτη, νῦν δὲ καὶ αὐτὴ προκάθηταιπροκάθηται πρώτη κάθηται tres MSS. μέρους, ὅ, ἐκ διαφόρων τμημάτων συναχθέν, ἐπαρχίας ἰδίας οἰκονομίαν ἐδέξατο. αὕτη καλεῖκαλεῖ om. E καὶ ἡμᾶς εἰς ἐπίσκεψιν,κεκλήκει add. E. ὥστε αὐτῇ δοῦναι ἐπίσκοπον. τετελευτήκει γὰρ ὁ Φαυστῖνος.