133
Διὸ καὶ προσφθεγγόμεθά σου τὴν τιμιότητα, καὶ παρακαλοῦμεν μετὰ τῶν ἄλλων καὶ τὴν περὶ ἡμᾶς διάθεσιν τοῦ μεγάλου ἀνδρὸς διαδέξασθαι· ἐπιστέλλειν τε ἡμῖν συνήθως τὰ κατὰ σαυτόν, καὶ ἐπιμελεῖσθαι τῆς πανταχοῦ ἀδελφότητος τοῖς αὐτοῖς σπλάγχνοις καὶ τῇ αὐτῇ προθυμίᾳ, ᾗ καὶ ὁ μακαριώτατοςμακάριος E. ἐκεῖνος περὶ πάντας ἐχρῆτο τοὺς ἀγαπῶντας τὸν Θεὸν ἐν ἀληθείᾳ.
Παιονίῳ πρεσβυτέρῳ
134
Ὅσον ηὔφρανας ἡμᾶς τοῖς γράμμασιν εἰκάζεις που πάντως αὐτοῖς οἷς ἐπέστειλας· οὕτω τὸ καθαρὸν τῆς καρδίας, ἀφʼ ἧς προῆλθεν ἐκεῖνα τὰ ῥήματα, ἀκριβῶς ἐκ τῶν γραμμάτων κατεμηνύετο. καὶ γὰρκαί add. editi antiqi. ὁλκὸς μὲν ὕδατος δείκνυσι τὴν οἰκείαν πηγήν, λόγου δὲ φύσις τὴν προενεγκοῦσαν αὐτὸν καρδίαν χαρακτηρίζει. ὥστε ἄτοπόν τε καὶ πολὺ τοῦ εἰκότος παρηλλαγμένον πεπονθέναι ὁμολογῶ. σπουδάζων γὰρ ἀεὶ γράμμασιν ἐντυγχάνειν τῆς τελειότητός σου, ἐπειδὴ ἔλαβον εἰς χεῖρας τὴν ἐπιστολὴν καὶ ἀνέγνων αὐτήν, οὐχ ἥσθην μᾶλλον τοῖς ἐπεσταλμένοις, ἢ ἠνιάθην τὴν ζημίαν, ὁπόση γέγονεν ἡμῖν κατὰ τὸν τῆς σιωπῆς χρόνον, διαλογιζόμενος.
134
Ἀλλʼ ἐπειδὴ ἤρξω γράφειν, μὴ διαλίπῃςδιαλίποις multi MSS. non vetustissimi. τοῦτο ποιῶν. εὐφρανεῖς γὰρ πλέον ἢ οἱ τὰ πολλὰ χρήματα τοῖς φιλοπλούτοις διαπεμπόμενοι· τῶν δὲ γραφέων οὐδείς μοι παρῆν, οὔτε τῶν καλλιγραφούντων οὔτε τῶν ταχυγράφων. οὓς γὰρκαί add. E. ἔτυχον ἐξασκήσας, οἱ μὲν ἀνέδραμον ἐπὶ τὴν πρώτην τοῦ βίου συνήθειαν, οἱ δὲ ἀπειρήκασι πρὸς τοὺς πόνους, χρονίαις ἀρρωστίαις κεκακωμένοι.
Διοδώρῳ,Θεοδώρῳ E, Med. πρεσβυτέρῳ Ἀντιοχείας