132
Πάντα τὸν ἀπὸ τοῦ μετοπώρου χρόνον ἠγνόησα περὶ τῆς εὐλαβείας σου, ὅπουὅπως E. διάγεις. καὶ γὰρ πεπλανημένας τὰς φήμας εὕρισκον, τῶν μὲν ἀπαγγελλόντων ἐν Σαμοσάτοις διατρίβειν σου τὴν εὐλάβειαν, τῶν δὲ ἐν τῇ χώρᾳ, ἄλλων δὲ περὶ τὰς βάτνας αὐτὰς διαβεβαιουμένων ἑωρακέναι· διὸ οὐδὲ συνεχῶς ἐπέστειλα. νῦν δὲ μαθὼν ἐν Ἀντιοχείᾳ διάγειν, ἐν τῇ οἰκίᾳ τοῦ αἰδεσιμωτάτου Σατορνίνου τοῦ κόμητος, ἔδωκα τὴν ἐπιστολὴν προθύμως τῷ ποθεινοτάτῳ καὶ εὐλαβεστάτῳ ἀδελφῷ Σαγκτισσίμῳ τῷ συμπρεσβυτέρῳ,ἡμῶν add. editi antiqi. δι’ οὗ προσφθέγγομαί σου τὴν ἀγάπην, παρακαλῶν ὅπουπερ ἂν ᾖς μεμνῆσθαι μάλιστα μὲν τοῦ Θεοῦ, εἶτα καὶ ἡμῶν, οὓς ἀγαπᾷν ἐξ ἀρχῆς προείλου, καὶ ἔχειν ἐν τοῖς οἰκειοτάτοις ἀριθμουμένους.
Πέτρῳ, ἐπισκόπῳ Ἀλεξανδρείας
133
Τῆς μὲν σωματικῆς φιλίας ὀφθαλμοὶ πρόξενοι γίνονται, καὶ ἡ διὰ μακροῦ χρόνου ἐγγινομένη συνήθεια βεβαιοῖ· τὴν δὲ ἀληθινὴν ἀγάπην ἡ τοῦ Πνεύματος δωρεὰ συνίστησι, συνάπτουσα μὲν τὰ μακρῷ διεστῶτα τόπῳ, γνωρίζουσα δὲ ἀλλήλοις τοὺς ἀγαπητούς, οὐ διὰ σωματικῶν χαρακτήρων, ἀλλὰ διὰ τῶν τῆς ψυχῆςἀρετῆς editi antiqi. ἰδιωμάτων. ὃ δὴ καὶ ἐφʼ ἡμῶν ἡ τοῦ Κυρίου χάρις ἐποίησε, παρασχομένη ἡμᾶς ἰδεῖν σε τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς, καὶ περιπτύξασθαί σε τῇ ἀγάπῃ τῇ ἀληθινῇ, καὶ οἱονεὶ συμφυῆναί σοι καὶ πρὸς μίαν ἐλθεῖν ἕνωσιν ἐκ τῆς κατὰ τὴν πίστιν κοινωνίας. πεπείσμεθα γάρ σε ἀνδρὸς τοσούτου θρέμμα ὑπάρχοντα, καὶ τὴν ἐκ παλαιοῦ διατριβὴν μετʼ αὐτοῦ λαχόντα, τῷ αὐτῷ πορεύεσθαι πνεύματι, καὶ τοῖς αὐτοῖς στοιχεῖν τῆς εὐσεβείας δόγμασι.