131
Πρῶτον μὲν γὰρ κατεπένθησα τῇ ψυχῇ, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων· ἔπειτα δὲ καὶ ἐφοβήθην αὐτὸς περὶ ἐμαυτοῦ, μή ποτε πρὸς ταῖς ἄλλαις ἁμαρτίαις καὶ τὴν μισανθρωπίαν πάθω, οὐδὲν πιστὸν ἐν οὐδενὶ λογιζόμενος εἶναι, εἴπερ οἱ εἰς τὰ μέγιστα παρʼ ἐμοῦ πιστευθέντες τοιοῦτοι μὲν περὶ ἐμέ, τοιοῦτοι δὲ περὶ αὐτὴν ἐφάνησαν τὴν ἀλήθειαν. γίνωσκε τοίνυν, ἀδελφέ, καὶ πᾶς ὅστις τῆς ἀληθείας φίλος, μήτε ἐμὰ εἶναι τὰ συντάγματα, οὔτε ἀρέσκεσθαιἀρκεῖσθαι editi antiqi. αὐτοῖς, ἐπεὶ μὴ τῇ ἐμῇ γνώμῃ συγγεγράφθαι. εἰ δὲ ἐπέστειλά ποτε πρὸ πολλῶν ἐνιαυτῶνἐτῶν editi antiqi. Ἀπολιναρίῳ ἢ ἄλλῳ τινί, ἐγκαλεῖσθαι οὐκ ὀφείλω, οὔτε γὰρ αὐτὸςἐγώ add. editi antiqi. ἐγκαλῶ, εἴ τις ἐκ τῆς ἑταιρίας τινὸς εἰς αἵρεσιν ἀπεσχίσθη (οἴδατε δὲ πάντως τοὺς ἄνδρας, κἂν ὀνομαστὶ μὴ λέγω), διότι ἕκαστος τῇ ἰδίᾳ ἁμαρτίᾳ ἀποθανεῖται.
131
Ταῦτα νῦν μὲν ἀπεκρινάμην πρὸς τὸν ἀποσταλέντα τόμον,ἀλλά add. editi antiqi. ἵνα αὐτός τε εἰδείης τὴν ἀλήθειαν καὶ τοῖς βουλομένοις μὴ κατέχειν ὡς ἐν ἀδικίᾳ τὴν ἀλήθειαν φανερὰν καταστήσῃς. ἐὰν δὲ δέῃ καὶ πλατύτερον ὑπὲρ ἑκάστου τῶν ἐπενεχθέντων ἡμῖν ἀπολογήσασθαι, καὶ τοῦτο ποιήσομεν, τοῦ Θεοῦ συνεργοῦντος. ἡμεῖς, ἀδελφὲ Ὀλύμπιε, οὔτε τρεῖς θεοὺς λέγομεν, οὔτε Ἀπολιναρίῳ κοινωνοῦμεν.
Ἀβραμίῳ, ἐπισκόπῳ Βατνῶν