129
Ὁ μέντοι ἀδελφὸς Σαγκτίσσιμος πάντως ἐστὶ παρʼ ὑμῖν πάλαι, καὶ ἃ ἐπιζητεῖ δῆλα γέγονε τῇ τελειότητί σου. εἰ οὖν φαίνεται ἀναγκαῖόν τι ἔχειν ἡ πρὸς τοὺς δυτικοὺς ἐπιστολή, καταξίωσον τυπώσας αὐτὴν διαπέμψασθαικαταξίωσον . . . διαπέμψασθαι καταξίαν . . . διαπέμψαι editi antiqi. ἡμῖν, ὥστε ποιῆσαι ὑπογραφῆναι παρὰ τῶν ὁμοψύχων καὶ ἑτοίμην ἔχειν τὴν ὑπογραφήν, ἐν χάρτῃ κεχωρισμένῳ ἐντετυπωμένην,ἐντετυπωμένην om. E ὃν δυνάμεθα συνάψαι τῷ παρὰ τοῦ ἀδελφοῦ ἡμῶν τοῦ συμπρεσβυτέρου περικομιζομένῳ.κομιζομένου E. ἐγὼ μὲν γὰρ οὐδὲν εὑρὼνοὐδὲν εὑρὼν οὐδὲν εὗρον Harl.; οὐχ εὑρών editi antiqi. συνεκτικὸν ἐν τῷ ὑπομνηστικῷ, οὐκ ἔσχον ὑπὲρ οὗ ἐπιστείλω τοῖς ἐν τῇ δύσει. τὰ μὲν γὰρ ἀναγκαῖα προείληπται· τὰ δὲ περιττὰ γράφειν παντελῶς μάταιον. περὶ δὲ τῶν αὐτῶν ἐνοχλεῖν μὴ καὶ γελοῖον εἴη;