8
Καίτοι ἡμεῖς κατὰ τὸν ἀληθῆ λόγον οὔτε ὅμοιον οὔτε ἀνόμοιον λέγομεν τὸν Υἱὸν τῷ Πατρί. ἑκάτερον γὰρ αὐτῶν ἐπίσης ἀδύνατον. ὅμοιον γὰρ καὶ ἀνόμοιον κατὰ τὰς ποιότητας λέγεται· ποιότητος δὲ τὸ θεῖον ἐλεύθερον. ταὐτότητα δὲ τῆς φύσεως ὁμολογοῦντες καὶ τὸ ὁμοούσιον ἐκδεχόμεθα καὶ τὸ σύνθετον φεύγομεν, τοῦ κατʼ οὐσίαν Θεοῦ καὶ Πατρὸς τὸν κατʼ οὐσίαν Θεὸν καὶ Υἱὸν γεγεννηκότος· ἐκ γὰρ τούτου τὸ ὁμοούσιον δείκνυται. ὁ γὰρ κατʼ οὐσίαν Θεὸς τῷ κατʼ οὐσίαν Θεῷ ὁμοούσιός ἐστιν.