121
Πολὺς ὁ χειμὼν καὶ ἐπὶ τὸ μακρότατον παραταθείς, ὡς μηδὲ τὰς διὰ γραμμάτων παραμυθίας ῥᾳδίως ἡμῖν ὑπάρχειν. ὅθεν ὀλιγάκις οἶδα καὶ ἐπιστείλας τῇ εὐλαβείᾳ σου καὶ δεξάμενος γράμματα. ἀλλʼ ἐπειδὴ ὁ ποθεινότατος ἀδελφὸς ἡμῶν ΣαγκτίσσιμοςΣαγκτήσιμος E. editi antiqi. ὁ συμπρεσβύτερος τὴν μέχρις ὑμῶν ὁδοιπορίαν ὑπέστη, δι’ αὐτοῦ καὶ προσφθέγγομαίπροσφθεγγόμεθα E. Med. σου τὴν κοσμιότητα,τιμιότητα E. καὶ παρακαλῶ προσεύχεσθαι ὑπὲρ ἐμοῦ καὶ χρῆσαι τὴν ἀκοὴν τῷ προειρημένῳ,εἰρημένῳ E. ὥστε παρʼ αὐτοῦ διδαχθῆναι τὰ τῶν ἐκκλησιῶν ἐν οἵοιςοἷς E. ἐστὶ καὶ τὴν δυνατὴν σπουδὴν εἰσενέγκασθαι εἰς τὰ προκείμενα.
121
Γίνωσκε δὲ ὅτι Φαῦστος γράμματα ἔχων ἧκε πρὸς ἡμᾶς παρὰτοῦ add. E. πάπα, ἀξιοῦντα αὐτὸν γενέσθαι ἐπίσκοπον. ἐπειδὴ δὲ ᾐτήσαμεν ἡμεῖς,ᾐτησάμην ἡμεῖς om. E Med. μαρτυρίαν τῆς σῆς εὐλαβείας καὶ τῶν λοιπῶν ἐπισκόπων, καταφρονήσας ἡμῶν πρὸς Ἄνθιμον ᾤχετο, καὶ παρʼ αὐτοῦ λαβὼν τὴν χειροτονίαν χωρὶς ἡμετέρας ὑπομνήσεως ἐπανῆκε.
Ποιμενίῳ, ἐπισκόπῳ Σατάλων
122
Πάντως ἐπεζήτησαςἐπιζητήσας editi antiqi. γράμματα παρὰ τῶν Ἀρμενίων, ὅτε ἐπανῆκαν διὰ σοῦ, καὶ τὴν αἰτίαν ἔμαθες, δι’ ἣν οὐκ ἔδωκα αὐτοῖς τὴν ἐπιστολήν. εἰ μὲν οὖν εἶπον φιλαλήθως, ἔδωκας ἡμῖν αὐτόθεν τὴν συγγνώμην· εἰ δὲ ἀπεκρύψαντο ἐκεῖνοι, ὅπερ οὐκοὖν E. εἰκάζω—ἀλλὰ παρʼ ἡμῶν ἄκουε.