112
Ὀκνῶ δὲ τοῦ γράφειν παύσασθαι, ἡγούμενός μοι ζημίαν οἴσειν τὸ παρεθέν. τοσοῦτόν γε μὴν προσθήσω, ὅτι πολλῶν ἐπιστολὰςἐπιστολῶν E. ἔχων ἐξαιτουμένων αὐτὸν πασῶν ἡγήσατο προτιμοτέραν εἶναι τὴν παρʼ ἡμῶν, οὐκ οἶδά πουοἶδά που οἶδ’ ὅπως editi antiqi. μαθὼν εἶναί τινα ἡμῶν λόγον παρὰ τῇ σῇ τελειότητι. ὅπως οὖν μήτε αὐτὸς ψευσθῇ τῶν ἐλπίδων, ἃς ἐφʼ ἡμῖν ἔσχε, καὶ ἡμῖν ὑπάρξῃ πρὸς τοὺς ἐνταῦθα σεμνολογεῖσθαι, παρακέκλησο, δέσποτα ἀνυπέρβλητε, ἐπινεῦσαι πρὸς τὴν αἴτησιν. πάντως δὲ οὐδενὸς χεῖρον τῶν πώποτε φιλοσοφησάντων ἐπέσκεψαι τὰ ἀνθρώπινα, καὶ οἶδας ὡς καλὸς θησαυρὸς πᾶσι τοῖς δεομένοις ὑπουργεῖν προαποκείμενος.προαποκείμενός ἐστι editi antiqi.
Τοῖς ἐν Ταρσῷ πρεσβυτέροις