112
Ἐκεῖνο δὲ ἐπὶ πᾶσιν εἰπεῖν ἀναγκαῖον, ὅτι τοὺς ὁτιοῦν ἀδικοῦντας οὐχ ὑπὲρ τῶν ἤδη γεγενημένων κολάζομεν (τίςτί E. γὰρ ἂν γένοιτο μηχανὴ μὴ γεγενῆσθαι τὰ πεπραγμένα;) ἀλλʼ ὅπως ἂν ἢ αὐτοὶ πρὸς τὸ λοιπὸν ἀμείνους γένοιντο, ἢ ἑτέροις ὑπάρξειαν τοῦ σωφρονεῖν παράδειγμα.παραδείγματα Reg. uterque et Coisl. secundus. τούτων τοίνυν οὐθέτερον ἐνδεῖνδεῖν E. ἄν τις ἐν τῷ παρόντι φήσειεν· αὐτός τε γὰρ καὶ μετὰ τὸν θάνατον τούτων μεμνήσεται, τούς τε λοιποὺς τεθνάναι τῷ δέει πρὸς τοῦτον ἀφορῶντας οἴομαι. ὥσθʼ ὅπερ ἂν προσθῶμεν τῇ τιμωρίᾳ, τὴν ὀργὴν ἡμῶν αὐτῶν ἀποπιμπλάναι δόξομεν· ὃ πολλοῦ δεῖν ἐπὶ σοῦ ἀληθὲς εἶναι φαίην ἂν ἔγωγε, καὶ οὐδὲν ἂν τούτων τῶν λόγων προήχθην εἰπεῖν, εἰ μὴ μείζονα τῷ διδόντι τὴν χάριν ἐνεώρων ἢ τοῖς λαμβάνουσιν. οὐδὲ γὰρ ὀλίγοις ἔσται καταφανὴς ἡ μεγαλοψυχία τοῦ τρόπου. Καππαδόκαι γὰρ ἅπαντες ἀποσκοποῦσι τὸ μέλλον, οἷς εὐξαίμην ἂν μετὰ τῶν λοιπῶν ἀγαθῶν τῶν προσόντων σοι καὶ ταύτηντοῦτο editi antiqi. ἀπαριθμήσασθαι.