8
Ὑμεῖς δέ, ὦ θεῖαί μοι καὶ προσφιλέσταται πασῶν κεφαλαί, φυλάττεσθε τοὺς τῶν Φυλιστιαίων ποιμένας, μή τις λαθὼν ἐμφράξῃ ὑμῶν τὰ φρέατα καὶ τὸ καθαρὸν τῆς γνώσεως τῆς περὶ τὴν πίστιν ἐπιθολώσῃ. τοῦτο γὰρ αὐτοῖς ἀεί ἐστιν ἐπιμελές, μὴ ἐκ τῶν θείων Γραφῶν διδάσκειν τὰς ἀκεραιοτέρας ψυχάς, ἀλλʼ ἐκ τῆς ἔξωθεν σοφίας παρακρούεσθαι τὴν ἀλήθειαν. ὁ γὰρ ἀγέννητον καὶ γεννητὸν ἐπεισάγων ἡμῶν τῇ πίστει, καὶ τὸν ἀεὶ ὄντα μὴ ὄντα ποτὲ δογματἴζων, καὶ τὸν φύσει καὶ ἀεὶ Πατέρα πατέρα γινόμενον, καὶ τὸ Πνεῦμα τὸ ἅγιον οὐκ ἀΐδιον, οὐκ ἀντικρύς ἐστι Φυλιστεύςφυλιστιαῖος F.; βασκαίνων τοῖς τοῦ πατριάρχου ἡμῶν προβάτοις, ἵνα μὴ πίνωσιν ἐκ τοῦ καθαροῦ καὶ ἁλλομένου εἰς ζωὴν αἰώνιον ὕδατος, ἀλλὰ τὸ τοῦ προφήτου λόγιον πρὸς ἑαυτοὺς ἐπισπάσωνται, τό Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους οἳ οὐ δυνήσονται ὕδωρ συσχεῖν, δέον ὁμολογεῖν Θεὸν τὸν Πατέρα, Θεὸν τὸν Υἱόν, Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον, ὡς οἱ θεῖοι λόγοι καὶ οἱ τούτους ὑψηλότερον νενοηκότες ἐδίδαξαν.