108
Παρακαλῶ οὖν, καὶ ἡμᾶς τίμησον καὶ κτῆσαι παρὰ τῷ Κυρίῳ μεγάλην ἑαυτῷ εὐλογίαν, ἀναμνησθεὶς τῶν σεαυτοῦ ὑποσχέσεων, γινώσκων ὅτι ἄνθρωπος εἶ καὶ αὐτὸςκαί add. E. ἀναμένειν ὀφείλεις τοὺς καιροὺς ἐν οἷς δεηθήσῃ τῆς παρὰ τοῦ Θεοῦ ἀντιλήψεως· ἣν μὴ ἀποκλείσῃς σεαυτῷ διὰ τῆς παρούσης σκληρότητος, ἀλλʼ εὐτρέπισον τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ ἐπὶ σαυτόν, πᾶσαν χρηστότητα καὶ ἐπιείκειαν τοῖς καταπονουμένοις ἐπιδειξάμενος.
Ἑλλαδίῳ Κόμητι
109
Πάνυ παραιτούμενος δι’ ὄχλου εἶναι τῇ χρηστότητί σου διὰ τὸ μέγεθος τῆς περὶ ὑμᾶς ἀρχῆς, ἵνα μὴ δόξω ἀμέτρως ἐμφορεῖσθαι τῆς φιλίας ὑμῶν, ὅμως ὑπὸ τῶν ἀναγκῶν ἡσυχάζειν οὐκ ἐπιτρέπομαι. τὴν γοῦν ἀδελφὴν τήνδε, καὶ πρὸς γένος ἡμῖν οὖσαν καὶ διὰ χηρείαν καταπονουμένην καὶ παιδὸς ὀρφανοῦ πράγματοςπραγμάτων E. φροντίζουσαν, ἐπεὶ εἶδον λοιπὸν ὑπὲρ δύναμιν ἀφορήτοις ἀνάγκαις συνεχομένην, κατελεήσας καὶ παθὼν τὴν ψυχὴν ἔσπευσα παρακαλέσαι σε, ἵνα, εἴ τις δύναμις, τῷ ἀποσταλέντι παρʼ αὐτῆς ἀνθρώπῳ καταξιώσῃς συμπρᾶξαι, πρὸς τὸ ὅπερ αὕτη παριοῦσαπαριοῦσα Bigot. alter secunda manu, περιοῦσα alii MSS. et editi. ὑπέσχετο ὑφʼ ἡμῶν, ἤδη τοῦτο αὐτὴν ἀποδοῦσαν τῆς εἰς τὸ πλέον ἐπηρείας ἀπαλλαγῆναι. ὑπέσχετο γὰρ τὸ κεφάλαιον δοῦσα συγχωρεῖσθαι τοὺς τόκους.