108
Ἐθαύμασα ἀκούσας ὅτι, τῶν χρηστῶν ἐκείνων καὶ πρεπόντων τῇ σῇ ἐλευθερίᾳ ὑποσχέσεων ἐπιλαθόμενος, νῦν σφοδροτάτην καὶ ἀπαραίτητον ἐπάγεις τὴν ἀπαίτησιν τῇ ἀδελφῇ τῇδε· καὶ τί εἰκάσω ἐκ τῶν λεγομένων οὐκ ἔχω. σοί τε γὰρ πολλὴν παρὰ τῶν πεπειραμένων σου μαρτυρουμένην ἐλευθερίαν σύνοιδα, καὶ τῶν ὑποσχέσεών σου μέμνημαι ὧν ἐποίησας ἐπʼ ἐμοῦ καὶ τοῦδε,καὶ τοῦδε τοῦ δὲ λόγου conj. Combefisius. λέγων ἐλάττονα μὲν γράφειν χρόνον, πλείονα δὲ συγχωρήσειν διὰ τὸδιὰ τὸ δεῖ τῷ E. editi antiqi. βούλεσθαι συμπεριφέρεσθαι τῇ ἀνάγκῃ τοῦ πράγματος, καὶ συγγνώμην παρέχειν τῇ ἐλευθέρᾳ ἀναγκαζομένῃ τοσοῦτον ἀθρόως ἐκ τῆς οἰκίας προΐεσθαι χρῆμα.
108
Τίς οὖν ἡ αἰτία δι’ ἣν ἡ τοσαύτη μεταβολὴ γέγονεν ἐγὼ νοεῖν οὐκ ἔχω. πλὴν ὅπερ ἂν ᾖ, παρακαλῶ σε, μεμνημένον τῆς σεαυτοῦ ἐλευθεριότητος καὶ πρὸς τὸν Κύριον ἀπιδόντα τὸν ἀμειβόμενον τὰς χρηστὰς προαιρέσεις, δοῦναι τὸν καιρὸν ὃν ἐξ ἀρχῆς ὑπέσχου τῆς ἀνέσεως, ἵνα δυνηθῶσι συμπωλήσαντες τὰ ἑαυτῶν διαλῦσαι τὸ χρέος. δῆλον δὲ ὅτι κἀκείνων μέμνημαι, ὅτι ὑπέσχου, εἰ λάβοις τὸ ὁμολογηθὲν χρυσίον, πάντα τὰ ὁμολογηθέντα χαρτία, καὶ τὰ ἐπὶ τῶν ἀρχόντων πραχθέντα καὶ τὰ ἰδιωτικῶς γενόμενα,γινόμενα editi antiqi. παραδώσειν τῇ προειρημένῃ.