107
Πάνυ ἠθύμησα τοῖς γράμμασιν ἐντυχὼν τῆς εὐγενείας σου, ὅτι σε πάλιν αἱ αὐταὶ περιέχουσιν ἀνάγκαι. καὶ τί δεῖ ποιεῖν πρὸς ἀνθρώπους οὕτω παλίμβολουπαλίμβουλον E. ἐπιδεικνυμένους τὸ ἦθος, καὶ ἄλλοτε ἄλλα λέγοντας, καὶ ταῖς ἰδίαις ὁμολογίαις μὴ ἐμμένοντας; εἰ γὰρ μετὰ τὰς ἐπʼἀπʼ editi antiqi. ἐμοῦ καὶ τοῦ ἀπὸ ὑπάρχων ὑποσχέσεις, νῦν, ὡς μηδενὸς εἰρημένου, οὕτω στενοχωρεῖ τὴν προθεσμίαν, ἔοικε παντελῶς ἀπηρυθριακέναι πρὸς ἡμᾶς ὁ ἀνήρ.
107
Πλὴν ἀλλʼ ἐπέστειλα αὐτῷ, ἐντρέπων αὐτὸν καὶ ὑπομιμνήσκων τῶν αὐτοῦ ὑποσχέσεων. ἐπέστειλα δὲ καὶ Ἑλλαδίῳ, τῷ οἰκείῳ τοῦ ὑπάρχου, ἵνα δι’ αὐτοῦ διδαχθῇ τὰ κατὰ σὲ ὁ ὕπαρχος.ἔπαρχος E. αὐτὸς γὰρ μέχρι τοσούτου θαρρῆσαι δικαστῇ τοσούτῳ οὐκ ἐνόμισα ἐπίβαλλονἐπιβάλλειν E. εἶναί μοι, διὰ τὸ μηδέ πω περὶ ἰδιωτικοῦ πράγματος αὐτῷ ἐπεσταλκέναι, καὶ ὑφορᾶσθαι κατάγνωσίν τινα, ὡς οἶδας, εὐκόλως τῶν μεγάλων ἀνδρῶν ἀγριαινόντων πρὸς τὰ τοιαῦτα· εἰ μέντοι τι ἔσται ὄφελος, ἔσται τοῦτο διὰ Ἑλλαδίου, ἀνθρώπου καὶ χρηστοῦ καὶ περὶ ἡμᾶς διακειμένου, καὶ Θεὸν φοβουμένου, καὶ παρρησίαν ἀμύθητον ἔχοντος πρὸς τὸν ἄρχοντα. δυνατὸς δὲ ὁ ἅγιος διαγαγεῖνδιάγειν editio Paris. σε πάσης θλίψεως, μόνον ἐὰν ἀληθινῇ καὶ γνησίᾳ καρδίᾳ ἐπελπίσωμεν ἐπʼ αὐτόν.
Τῷ κηδεμόνι τῶν κληρονόμων Ἰουλίττης