105
Τὸ δὲ νῦν ἔχον, ἐπειδὴ εὗρον τὸν υἱὸν Σωφρόνιον πρὸς ὑμᾶς ἐξορμῶντα, ἡδέως αὐτῷ τὴν ἐπιστολὴν ἐπέθηκαἐπέδωκα editi antiqi. ταύτην, προσηγορίαν ὑμῖν κωμίζουσαν καὶ τὴν ἡμετέραν γνώμην δηλοῦσαν, ὅτι οὐ διαλιμπάνομεν τῇ τοῦ Θεοῦ χάριτι μεμνημένοι ὑμῶν, καὶ εὐχαριστοῦντες ὑπὲρ ὑμῶν τῷ Κυρίῳ ὅτι ἀγαθῆς ῥίζης ἀγαθὰ βλαστήματά ἐστε, ἔγκαρπα τοῖς ἀγαθοῖς ἔργοις, καὶ τῷ ὄντι ὡς κρίνα ἐν μέσῳ ἀκανθῶν. τὸ γὰρ ὑπὸ τοσαύτης διαστροφῆς τῶν παραφθειρόντων τὸν λόγον τῆς ἀληθείας περικυκλουμένας μὴ ἐνδοῦναι πρὸς τὰς ἀπάτας, μηδὲ τὸ ἀποστολικὸν τῆς πίστεως κήρυγμα καταλιπούσας πρὸς τὴν νῦν ἐπιπολάζουσαν καινοτομίανκενοφωνίαν E. μετατεθῆναι, πῶς οὐχὶ μεγάλης μὲν πρὸς τὸν Θεὸν εὐχαριστίας ἄξιον, μεγάλους δὲ ὑμῖν ἐπαίνους δικαιότατα προξενεῖ; εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα πεπιστεύκατε· μὴ προδῶτε ταύτην τὴν παρακαταθήκην· πατέρα τὴν πάντων ἀρχήν· Υἱὸν μονογενῆ, ἐξ αὐτοῦ γεννηθέντα, ἀληθινὸν Θεόν, τέλειον ἐκ τελείου, εἰκόνα ζῶσαν, ὅλον δεικνύντα ἐν ἑαυτῷ τὸν Πατέρα· Πνεῦμα ἅγιον, ἐκ Θεοῦ τὴν ὕπαρξιν ἔχον,ὕπαρξιν ἔχον ὕπαρχον quidam MSS. τὴν πηγὴν τῆς ἁγιότητος, δύναμιν ζωῆς παρεκτικήν, χάριν τελειοποιόν, δι’ οὖ υἱοθετεῖται ἄνθρωπος, καὶ ἀπαθανατίζεταιἐπαθανατίζεται editi antiqi. τὸ θνητόν, συνημμένον Πατρὶ καὶ Υἱῷ κατὰ πάντα ἐν δόξῃ καὶἐν add. E. ἀϊδιότητι, ἐν δυνάμει καὶ βασιλείᾳ, ἐν δεσποτείᾳ καὶ θεότητι, ὡς καὶ ἡ τοῦ σωτηρίου βαπτίσματος παράδοσις μαρτυρεῖ.