102
Ἐγὼ τάς τε ἰδίας ὑμῶν παρακλήσεις καὶ τὰς τοῦ λαοῦ παντὸς δυσωπηθείς, καὶ ἐδεξάμηνκατεδεξάμην Harl. τὴν φροντίδα τῆς καθʼ ὑμᾶς ἐκκλησίας, καὶ ὑπεσχόμην ὑμῖν ἐνώπιον Κυρίου μηδὲν ἐλλείψειν τῶν εἰς δύναμιν ἐμὴν ἡκόντων. διὸ ἠναγκάσθην, κατὰ τὸ γεγραμμένον,εἰρημένον Harl., Med. οἷον τῆς κόρης τοῦ ἐμοῦ ὀφθαλμοῦ ἅψασθαι. οὕτως τὸ ὑπέρβαλλον τῆς καθʼ ὑμᾶς τιμῆς οὐδενός μοι συνεχώρησεν εἰς μνήμην ἐλθεῖν, οὐ συγγενείας, οὐ τῆς ἐκ παιδὸς συνηθείας τῆς ὑπαρχούσης μοι πρὸς τὸν ἄνδρα, πρὸ τῶν παρʼ ὑμῶν αἰτηθέντων· ἀλλὰ πάντων μὲν τῶν ἰδίᾳ μοι ὑπαρχόντων πρὸς αὐτὸν εἰς οἰκειότητος λόγον ἐπιλαθόμενος, μὴ ὑπολογισάμενος δὲ μηδὲ τοῦ στεναγμοῦ τὸ πλῆθος, ὃ καταστενάξει μου ὁ λαὸς ὁ τὴν προστασίαν αὐτοῦ ζημιωθείς, μὴ πάσης αὐτοῦ τῆς συγγενείας τὸ δάκρυον, μὴ μητρὸς αὐτοῦ γηραιᾶς καὶ ἐπὶ μόνῃ τῇ παρʼ αὐτοῦ θεραπείᾳ σαλευούσης τὴν θλίψιν εἰς καρδίαν λαβών· πάντων ὁμοῦ τοιούτων ὄντωνἀλγεινῶν Med. καὶ τοσούτων ἀλογήσας, ἑνὸς ἐγενόμην, τοῦ τὴν ὑμετέραν ἐκκλησίαν κατακοσμῆσαι μὲν τῇ τοῦ τηλικούτου ἀνδρὸς προστασίᾳ, βοηθῆσαι δὲ αὐτῇ ἐκ τῆς χρονίας ἀπροστασίας εἰς γόνυ λοιπὸν κλιθείσῃ, καὶ πολλῆς καὶ δυνατῆς χειραγωγίας εἰς τὸ διαναστῆναι δεομένῃ.δεομένης editi antiqi.