98
Ἐπισκόποις δὲ τοῖς ἐκ τῆς δευτέρας Καππαδοκίας συντυγχάνειν ἐμέλλομεν· οἵ, ἐπειδὴ ἑτέρας ὠνομάσθησαν ἐπαρχίας, ἐνόμισαν ἀθρόως καὶ ἀλλοεθνεῖς καὶ ἀλλόφυλοι πρὸς ἡμᾶς γεγενῆσθαι οἳ τοσοῦτον ἡμᾶς ἠγνόησαν, ὅσον οἱ μηδὲ τὴν ἀρχὴν πεπειραμένοι,πεπειρασμένοι editi antiqi. μηδὲ εἰς λόγους ποτὲ ἀφικόμενοι.ἀφικνούμενοι editi antiqi. προσεδοκᾶτο δὲ καὶ ἑτέρα συντυχία τοῦ αἰδεσιμωτάτου ἐπισκόπου Εὐσταθίου, ἡ καὶ γενομένη ἡμῖν. διὰ γὰρ τὸ παρὰ πολλῶν καταβοᾶσθαι αὐτὸν ὡς περὶ τὴν πίστιν παραχαράσσοντά τι, ἀφικόμεθα αὐτῷ εἰς λόγους, καὶ εὕρομεν σὺν Θεῷ πρὸς πᾶσαν ὀρθότητα εὐγνωμόνως ἀκολουθοῦντα. τὰ δὲ τῶν ἐπισκόπων γράμματα παρὰ τὴν αἰτίαν αὐτῶν ἐκείνων οὐκ ἐκομίσθη τῇ τιμιότητί σου, οὓς ἐχρῆν τὰ παρʼ ἡμῶν διαπέμψασθαι· ἀλλὰ καὶ ἐμὲ παρῆλθε, τῇ συνεχείᾳ τῶν φροντίδων ἐκκρουσθέντα τῆς μνήμης.
98
Τὸν δʼ ἀδελφὸνἐμόν, τόν, add. editi antiqi. Γρηγόριον κἀγὼ ἠβουλόμηνἐβουλόμην E. οἰκονομεῖν ἐκκλησίαν τῇ αὐτοῦ φύσει σύμμετρον. αὕτη δὲ ἦν πᾶσα εἰς ἓν συναχθεῖσα ἡ ὑφʼ ἡλίῳ.ὑφ’ ἡλίῳ ὑφήλιος Med.; ὑφ’ ἥλιον Bigot., Reg. secundus, Coisl. secundus. ἐπειδὴἐπεί editi antiqi. δὲ τοῦτο ἀδύνατον, ἔστω ἐπίσκοπος, μὴ ἐκ τοῦ τόπου σεμνυνόμενος, ἀλλὰ τὸν τόπον σεμνύνων ἀφʼ ἑαυτοῦ. ὄντως γὰρ μεγάλου ἐστὶν οὐ τοῖς μεγάλοις μόνον ἀρκεῖν, ἀλλὰ καὶ τὰ μικρὰ μεγάλα ποιεῖν τῇ ἑαυτοῦ δυνάμει.