Πρὸς Καισαρίανπρὸς Καισάριον πατρίκιον περὶ κοινωνίας Colbertinus MS.; in quodam codice Regio occurrit fragmentum huius epistolae sic inscriptum: ἐκ τῆς πρὸς Καισάριον ἐπιστολῆς. πατρικίαν, περὶ κοινωνίας
93
Καὶ τὸ κοινωνεῖν δὲ καθʼ ἑκάστην ἡμέραν, καὶ μεταλαμβάνειν τοῦ ἁγίου σώματος καὶ αἵματος τοῦ Χριστοῦ, καλὸν καὶ ἐπωφελές, αὐτοῦ σαφῶς λέγοντος· ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον. τίς γὰρ ἀμφιβάλλει, ὅτι τὸ μετέχειν συνεχῶς τῆς ζωῆς οὐδὲν ἄλλοτι add. quidam MSS. ἐστὶν ἢ ζῇν πολλαχῶς; ἡμεῖς μέντοιγε τέταρτον καθʼ ἑκάστην ἑβδομάδα κοινωνοῦμεν, ἐν τῇ Κυριακῇ, ἐν τῇ τετράδι, καὶ ἐν τῇ παρασκευῇ, καὶ τῷ Σαββάτῳ, καὶ ἐν ταῖς ἄλλαις ἡμέραις ἐὰν ᾖ μνήμη ἁγίουμάρτυρος editi antiqi. τινός.