90
Γνώριμα δὲ τὰ θλίβοντα ἡμᾶς, κἂν ἡμεῖς μὴ λέγωμεν· εἰς πᾶσαν γὰρ τὴν οἰκουμένην λοιπὸν ἐξήχηται. καταπεφρόνηται τὰ τῶν πατέρων δογματα· ἀποστολικαὶ παραδόσεις ἐξουδένωνται· νεωτεροποιῶνἐξουδένωνται· νεωτεροποιῶν ἐξουθένηνται, νεωτέρων tres Regii, Coisl. secundus. ἀνθρώπων ἐφευρέματα ταῖς ἐκκλησίαις ἐμπολιτεύεται· τεχνολογοῦσι λοιπόν, οὐοὐ καὶ οὐχί E. θεολογοῦσιν, οἱ ἄνθρωποι· ἡ τοῦ κόσμου σοφία τὰ πρωτεῖα φέρεται, παρωσαμένη τὸ καύχημα τοῦ σταυροῦ. ποιμένες ἀπελαύνονται, ἀντεισάγονται δὲ λύκοι βαρεῖς, διασπῶντες τὸ ποίμνιον τοῦ Χριστοῦ. οἶκοι εὐκτήριοι ἔρημοι τῶν ἐκκλησιαζόντων· αἱ ἐρημίαι πλήρεις τῶν ὀδυρομένων. οἱ πρεσβύτεροι ὀδύρονται, τὰ παλαιὰ συγκρίνοντες τοῖς παροῦσιν· οἱ νέοι ἐλεεινότεροι, μὴ εἰδότες οἵων ἐστέρηνται.