90
Ἐπέτεινε δὲ ἡμῖν τὴν παράκλησιν ὁ Κύριος διὰ τοῦ υἱοῦ ἡμῶν τοῦ εὐλαβεστάτου συνδιακόνου Σαβίνου, ὃς καὶ τὰ παρʼ ὑμῖν καλὰ διηγησάμενος ἀκριβῶς ἔθρεψεν ἡμῶν τὰς ψυχάς· καὶ τὰ ἡμέτερα δέ,δέom. E. τῇ πείρᾳ μαθών, ἐναργῶς ὑμῖν ἀναγγελεῖ, ἵνα προηγουμένως μὲν διὰ τῆς ἐκτενοῦς καὶ φιλοπόνου δεήσεως τῆς πρὸς τὸν Κύριον συναγωνίζησθε ἡμῖν, ἔπειτα δὲ καὶ τὴν ἐνδεχομένην ὑμῖνἡμῖν E. παραμυθίαν ταῖς καταπονουμέναις ἐκκλησίαις εἰσενέγκασθαι μὴ παραιτήσησθε. κέκμηκε γὰρ τὰ ἐνταῦθα, ἀδελφοὶ τιμιώτατοι, καὶ ἀπείρηκε πρὸς τὰς συνεχεῖς προσβολὰς τῶν ἐναντίων ἡ Ἐκκλησία, ὥσπερ τι πλοῖον ἐν πελάγει μέσῳ ταῖς ἐπαλλήλοις πληγαῖς τῶν κυμάτων βασανιζόμενον, εἰ μή τις γένοιτο ταχεῖα ἐπισκοπὴ τῆς ἀγαθότητος τοῦ Κυρίου. ὥσπερ οὖν ἡμεῖς ἴδιον ἑαυτῶν ἀγαθὸν ποιούμεθα τὴν ὑμετέρανἡμετέραν E. πρὸς ἀλλήλους σύμπνοιάν τε καὶ ἑνότητα, οὕτω καὶ ὑμᾶς παρακαλοῦμεν συμπαθῆσαι ἡμῶν ταῖς διαιρέσεσι, καὶ μή, ὅτι τῇ θέσει τῶν τόπων διεστήκαμεν, χωρίζειν ἡμᾶς ἀφʼ ἑαυτῶν, ἀλλʼ ὅτι ἑνούμεθα τῇ κατὰ τὸ Πνεῦμα κοινωνίᾳ, εἰς τὴν ἑνὸς σώματος ἡμᾶς συμφωνίαν ἀναλαμβάνειν.