89
Καὶ περὶ τοῦ αἰδεσιμωτάτου ἐπισκόπου Ἀθανασίου ἀκριβῶς γινώσκουσαν τὴν τελείαν σου φρόνησιν ὑπομιμνήσκομεν, ὅτι ἀμήχανον τοῖς παρʼ ἐμοῦ γράμμασιν ἐπιδοῦναι ἢκαί editi antiqi. ποιῆσαί τι τῶν ὀφειλομένων, ἐὰν μὴ καὶ παρʼ ὑμῶν, τῶν τότε τὴν κοινωνίαν αὐτοῦ ἀναβαλλομένων, δέξηταί τινα τρόπον. αὐτὸς γὰρ λέγεται πάνυ ὡρμῆσθαι πρὸς τὸ συναφθῆναι ἡμῖν, καὶ τὰ κατὰ δύναμιν συμβαλέσθαι, λυπεῖσθαι δέ, ὅτι καὶ τότε παρεπέμφθη ἀκοινώνητος, καὶ ἔτι νῦννῦνom. E. ἀτελεῖς μένουσιν αἱ ὑποσχέσεις.
89
Τὰ δὲ κατὰ τὴν ἀνατολὴν ὅπως διάκειται οὐκ ἔλαθε πάντως τὰς ἀκοὰς τῆς θεοσεβείας σου, καὶ δι’ ἑαυτοῦ δὲ ἀκριβέστερον πάντα ὁ προειρημένος ἀδελφὸς διηγήσεται. ὃν καταξίωσον εὐθὺς ἐκπέμψαι μετὰ τὸ Πάσχα, διὰ τὸ ἀναμένειν τὰς ἀπὸ Σαμοσάτων ἀποκρίσεις· οὗ καὶ τὴν προθυμίαν ἀπόδεξαι, καὶ εὐχαῖς αὐτὸν ἐνισχύσας, πρόπεμψον εἰς τὰ προκείμενα.
Τοῖς ἁγιωτάτοις ἀδελφοῖς καὶ ἐπισκόποις τοῖς ἐν