89
Ὁ ἀγαθὸς Θεός, παρασχόμενος ἡμῖν προφάσεις προσηγοριῶν πρὸς τὴν σὴν τιμιότητα, τὸ σφοδρὸν τοῦ πόθου παραμυθεῖται. μάρτυς γὰρ αὐτὸς τῆς ἐπιθυμίας ἡμῶν ἣν ἔχομεν εἰς τὸ θεάσασθαί σου τὸσου τὸ τοῦτο editi antiqi. πρόσωπον, καὶ ἀπολαῦσαι τῆς ἀγαθῆς σου καὶ ψυχωφελοῦς διδασκαλίας. καὶ νῦν δὲ διὰ τοῦ εὐλαβεστάτου καὶ σπουδαιοτάτου ἀδελφοῦ Δωροθέου τοῦ συνδιακόνου ἐρχομένου παρακαλοῦμέν σε προηγουμένως προσεύχεσθαι ὑπὲρ ἡμῶν, ἵνα μὴ πρόσκομμα ὦμεν τῷ λαῷ, μηδὲ ἐμπόδιον ταῖς ὑμετέραις εὐχαῖς πρὸς τὸ δυσωπῆσαι τὸν Κύριον. ἔπειτα καὶ ὑπομιμνήσκομεν καταξιῶσαί σε πάντα τυπῶσαι διὰ τοῦ προειρημένου ἀδελφοῦ, καὶ εἴ τι δεῖ ἐπισταλῆναι τοῖς κατὰ τὴν δύσιν, διὰ τὸ ὀφείλειν ἀναγκαίως καὶ δι’ ἡμετέρου αὐτοῖς ἀπενεχθῆναι γράμματα, αὐτὸν ὑπαγορεῦσαι τὰς ἐπιστολάς. ἡμεῖς γὰρ ἐπιτυχόντες Σαβίνου, τοῦ παρʼ αὐτῶν ἀποσταλέντος διακόνου, ἐπεστείλαμενἀπεστείλαμεν E, editi antiqi. πρός τε τοὺς Ἰλλυριοὺς καὶ πρὸς τοὺς κατὰ τὴν Ἰταλίαν καὶ Γαλλίανκαὶ Γαλλίανom. Vat., Reg. secundus. ἐπισκόπους, καί τινας τῶν ἰδίως πρὸς ἡμᾶς ἐπιστειλάντων. εὔλογον δὲ ὡς ἀπὸ κοινοῦκοινῆς editi antiqi. τῆς συνόδου ἀποσταλῆναί τινα τὸν κομίζοντα δεύτερα γράμματα, ἅπερ αὐτὸς κέλευσον τυπωθῆναι.