81
Ἵνα οὖν μὴ εἰσέλθω εἰς κρίσιν μετὰ σοῦ, ἀλλὰ μᾶλλον κοινωνόν σε εὕρωἕξω editi antiqi. τῆς ἀπολογίας μου τῆς ἐπὶ τοῦ Χριστοῦ, περιβλεψάμενος ἐν τῷ συνεδρίῳ τοῦ πρεσβυτερίου τοῦ κατὰ τὴν πόλιν, ἐξελεξάμην τὸ τιμιώτατοντίμιον Harl., Med., et Clarom. σκεῦος, τὸν ἔκγονον τοῦ μακαρίου Ἑρμογένους, τοῦ τὴν μεγάλην καὶ ἄρρηκτονἄρρητον E, Harl., Clarom. πίστιν γράψαντος ἐν τῇ μεγάλῃ συνόδῳ· πρεσβύτερον τῆς ἐκκλησίας ἐκ πολλῶν ἤδη ἐτῶν, εὐσταθῆ τὸν τρόπον, ἔμπειρον κανόνων, ἀκριβῆ τὴν πίστιν, ἐν ἐγκρατείᾳ καὶ ἀσκήσει μέχρι νῦν διάγοντα· εἰ καὶ ὅτι τὸ εὔτονον αὐτοῦ τῆς σκληραγωγίας λοιπὸν κατεδαπάνησεκατεδάμασε E, Harl., Clarom. τὴν σάρκα· πτωχὸν καὶ μηδένα πορισμὸνπαρισπασμόν Harl., Med., Clarom. ἔχοντα ἐν τῷ κόσμῳ τούτῳ, ὡς μηδὲ ἄρτου αὐτὸν εὐπορεῖν, ἀλλὰ διὰ τῶν χειρῶν ἐκπλέκειν τὸν βίον μετὰ τῶν ἀδελφῶν τῶν συνόντων αὐτῷ. τοῦτον ἐμοὶ βουλητόν ἐστιν ἀποστεῖλαι.